ἕτερος οὐκ ὀφείλων ἐκολάσθη. καὶ ὥσπερ οἱ χείμαρροι πολλάκις ἀποφέρουσι τὰ πρὸς φυλακὴν πεποιημένα τῶν ἀγρῶν, οὕτω παρασύρεται τῶν δικαίων ἡ μερὶς ὑπὸ στάσεως κολάκων καὶ σεμνοτέρων ὀνομάτων, ὁποῖ- όν τι καὶ τὸ τοῦ πατρός. εἰ γὰρ τἄλλα πάντα ἔχων 1 2 εἰσῄειν ὧν οὐδὲν ἔστι μοι νῦν, οὐκ ἂν ἐξήρκουν αἰ ὀφρύες τῷ πατρὶ καὶ τὰ νεύματα καὶ μικρὰ φωνὴ καὶ πρόσωπον κατηφὲς καὶ τό, ὦ θεοί, τί γὰρ ἐγάμουν;
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.