δόξα παρέρχεται, πῶς ἂν τούτων ἀνέχεσθαι δύναιτο; 1 εἰ μὲν γὰρ ἀξιοῖ μέ τις εἰσελθόντα σιωπᾶν | πολλῶν ὄντων τῶν κατ’ ἐμοῦ ῥεόντων ἄφωνον ἑστά- ναι καθάπαξ, τί μοι τῆς κρίσεως τὸ κέρδος; τί δ’ ὑμῖν τηνάλλως παραναλίσκεται δικαστήριον; εἰ δὲ δεήσει με
λέγειν τι καὶ μὴ δέχεσθαι τὴν αἰτίαν, ἀνάγκη πολλὴ τὰ τῶν ἀλγούντων καὶ τὰ τῶν ὀδυρομένων, ἐν οἷς ἂν ἐκδράμοι τι τοιοῦτον, ὅ σιωπᾶσθαι βέλτιον.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.