1 εἰ ταῦτα ἔλεγον παρελθών· ἄνδρες πολῖται, πονη- ρῶν καὶ κακοηθῶν ἀνδρῶν συμμορία τὴν οἰκίαν ἡμῖν κεκύκλωκε καὶ πολιορκεῖ. βοηθήσατε, πρὶν αὐτὴν ἐξέλωσιν. ὁ πα·τὴρ ἀναπέπεισται. διανε-
νόηταί με τὴν ψυχὴν αὐτὸς ἀφελέσθαι, ὃ οὔτε ἐγένετο μήτε γένοιτο. πῶς γὰρ ἂν ἐγὼ γεγονὼς ἐξ ἐκείνου καὶ τοῦτο ἀκριβῶς εἰδὼς καὶ τρα- φεὶς οὐδενὸς φαυλότερον καὶ παιδείας μετα- σχών, ἣ τοὺς ἀναισθήτους ἀμείνους ποιεῖν δύ-
ναται καὶ δικαίους καὶ καλῶν ἔργων ἐπιθυμῇ.. 2 τάς, | πῶς οὖν ἐγὼ τὸν πατέρα εἶναί μοι δεινὸν ἡγησάμην τῆς ὀρφανίας μεγίστης εἶναι συμφορᾶς ὁμολογουμένης; ἤ οὐχ ἡδὺ πατέρα γηραιὸν ὥσπερ τινὰ δαίμονα θεραπεύειν κἀν
ταῖς εἰς ἐκεῖνον ἐπιμελείαις κτᾶσθαι τὰς ἀμεί- νους ἐλπίδας; οὐκ ἂν ἔδεισα τοὺς ἐνταῦθα νό- μους; οὐκ ἂν ἔδεισα τοὺς ἐν Ἅιδου φόβους; ποιήσατε τοίνυν ἥμερόν μοι τὸν πατέρα καὶ κρατήσατε τῶν διασειόντων ἡμῖν τὸ γένος. εἰ
ταῦτα ἐδεόμην, εἰκότως ἂν ἠγανάκτεις.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.