γράψεις; οὐκ ἐγώ. πόθεν; οὐδ’ αὖ ὁ δῆμος. ἀλλ’ 1 2 ὅσπερ ἀπήνεγκεν, εἰ πείθοιτο τῷ δήμῳ. πείσεται δὲ παρ’ οὗπερ οὐκ ὀλιγάκις τετίμηται. τίς οὖν αὕτη τοῦ πατρὸς ἀτιμία, εἰ ἄκοντος μὲν οὐδεὶς λύσει τἀκείνου, τὰ αὑτοῦ δὲ αὐτὸς ἑκών; οὐδὲ γὰρ χαίρειν εἰπόντες ἐκείνῳ τὸν ἄρχοντα καλέσαντες μὴ ἐξέστω δὲ τῷ
πατρὶ τὸν παῖδα διώκειν ἐροῦσιν, ἀλλ’ αὐτὸν τὸν πατέρα καλέσαντες τοιαῦτα πρὸς ἐκεῖνον ἐροῦσιν· ὦ φίλτατε, ἐπειδὴ μόνος οἴει πατέρων ὑπὸ τοῦ παιδὸς μεμισῆσθαι καὶ τὸ μῖσος εἰς βουλὴν φό- νου προβεβηκέναι καὶ τοῦτο ἐδυνήθης πεισθῆ-
’ναι, λάμβανε μὲν τὴν δίκην, οὐ παραιτούμεθα, λάμβανε δὲ κατὰ τὸν νόμον, ὃς ποιεῖ σε κύριον τοῦ ’κείνου σώματος. ταῦτα γάρ, ταῦτα ὁ παῖς ἱκετεύει πραγμάτων σε πολλῶν ἀπαλλάττων καὶ τούτων τῶν λογογράφων.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.