γένηται καὶ νῦν ἐγὼ θανατῶ διὰ τὴν ἐκείνου χρηστό- τητα; εἰ γὰρ ἃ συνῄδει μοι παρὰ πάντα τὸν χρόνον ἰσχυρότερα ὧν χθὲς ὡς εἰπεῖν ἤκουσεν ἐπεποίητο, τῶν παρόντων οὐδὲν ἂν ἡμᾶς ἤλαυνε. νῦν δ’ ὁ πατὴρ πα- τὴρ ἡμῖν οἴκοθεν ἐξελθὼν ἐπανῆλθεν ἐξαίφνης πολέμιος
1 2 καὶ δεινὸν ἔβλεπε καὶ τὸν μηρὸν ἔπληττε καὶ βοῆς ἐν- επίμπλα τὴν οἰκίαν τότε πρῶτον τοιαῦτα ποιῶν.
Declamatio 50. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.