νοια δὲ πρὸς τὴν οἰκείαν, καὶ σώματος μὲν ὀλιγωρία, φιλοτιμίας δὲ ἔρως, μηδεὶς ὑμῶν καταγνοὺς ἀχαριστίαν τοῦ δήμου ἄκων μαλα- κιζέσθω μηδὲ εἰς τὴν ἐμὴν ἀφορῶν ἀτιμίαν κατοκνείτω. ταῦτα ἐπ’ ἐμαυτὸν γράφω. εἰς δω-
ρεὰν ἡγοῦμαι τὴν συμφοράν. ἐγὼ πενίας ἐπιθυ- 1 μῶ. ἐμὴν τοῦτο | ἡγεῖσθε μανίαν, μὴ τῆς πόλεως ἀγνωμοσύνην. φεύγω τὴν οἰκίαν ἐφ’ ἧς οὐκ ἔσχον δεῖξαι τὸν ἀδελφόν. ὑμεῖς δὲ ἄν- δρες τε γίγνεσθε καὶ μὴ ταράττεσθε τῷ παρα- δείγματι.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.