μάσθησαν εἰς ἀρετὰς καὶ καθάπερ ἐν δράματι σκευὴν μεταβαλόντες τοὺς τρόπους οἱ μὲν ἐκ δειλῶν ἐφάνησαν ἀνδρεῖοι, οἱ δὲ ἐξ ἀκολάστων σώφρονες, οἱ δὲ ἐκ θρα- σέων ἐπιεικεῖς, οἱ δὲ ἐκ ῥᾳθύμων φιλεργοί, οἱ δὲ ἐξ 1 ἀσελγῶν μέτριοι καὶ ἐφ’ οἶς πρότερον ἐκακίζοντο, ταῦτα ἀποβαλόντες εἰς ἀγαθοὺς ἐτέλεσαν καὶ τῆς πό- λεως εὐεργέτας μεγίστους οἷς ὑπὲρ αὐτῆς ἐπεδείξαντο. τὸ γὰρ τῆς ἀριστείας, κἂν παραχρῆμα φαῦλον νομισθῇ,
μικρὸν ὕστερον ὁπόσον ἐστὶν ἐγνώσθη.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.