ὁμολογήσετε. ὅσοι πρεσβύται δι’ ἡμᾶς ἄπαιδες οὐ γε- γένησθε, ὅσοι παῖδας νέους ὀρφανοὺς οὐ καταλελοί- πατε, ὅσοι γυναῖκας οὐκ εἴδετε πρὸς ὕβρεις ἑλκομένας, 1 2 3 ὅσοι πλουτεῖτε βεβαίως, ὅσοις ἐφύλαξα κτήματα καὶ οἴκους, ταύτην ἀντίδοτε τὴν χάριν. ἐκβάλετέ με τῆς πατρῴας οἰκίας.
σῇς τὴν σαυτοῦ δεινότητα πάλιν. οὐκέτ’ ἐκεῖνα τὰ πρότερον, λόγοι ὑπὲρ φύσεως καὶ συγγενείας καὶ θεῶν 4 | γενεθλίων καὶ κουροτρόφων καὶ φιλανθρωπίας καὶ συγγνώμης καὶ νεότητος ὀλισθημάτων. ἀλλά μοι παρελθὼν ἀκολούθησον τῷ ψηφίσματι, τήρησον ὅν
ἔθου νόμον, φθέγξαι πάλιν τὰ αὐτὰ ῥήματα. νῦν μὲν οὐδενός σοι δεῖ γραμματέως ἀναγνωσομένου τὸν νό- μον, ἀλλ’ ἐπίστασαι τῆς ἀποκηρύξεως τὰς συλλαβάς.
σὰς καὶ τὸν δῆμον ἃ τέως ἐθαύμαζεν ἀποφαυλίσαι. μόνος οἴκει τὴν οἰκίαν, ἀπαλλάγηθι τῶν ἐμῶν δακρύων. οὐ δύναμαί σοι συνὼν ἀμνημονῆσαι τοῦ κακοδαίμονος ἀδελφοῦ. χρηστόν με, ὦ πάτερ, ἐγέννησας, ἐλεήμονα, φιλοικτίρμονα, πάσχοντά τι πρὸς τὰς τῶν οἰκείων
τύχας. ἐγκάλεσον τῇ φύσει. ὁ δεῖνα βίαιος, ἄλλος ὠμός, ἄλλος στερεός, ἐγὼ φιλάνθρωπος. οὐκ ἔστι μάχεσθαι τῇ φύσει.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.