εἰς τὴν ὑπὲρ τῶν οἰκείων εὐλάβειαν μεταθεὶς καὶ τοὺς μὲν παίδων, τοὺς δὲ γονέων, πολλὰς δὲ ἀνδρῶν στε- ρήσας, ἄνθρωπος τοῖς ἀπ’ ἐκείνων λαφύροις κοσμήσας τὸ ἄστυ καὶ τοὺς προσιόντας κινδύνους ἀπωσάμενος καὶ διατηρήσας ἱερά, ὅσια, χρήματα, σώματα, τοὺς τά-
φους, τὴν πόλιν, τὴν χώραν, καὶ δοὺς ἀντὶ τοῦ τρέ- μειν παιανίζειν καὶ στεφανοῦσθαι καὶ πρῶτος ἐμπεσὼν εἰς μέσους ὁπλίτας καὶ τῆς σωτηρίας ὀλιγωρήσας καὶ τῆς τιμωρίας ἐπιθυμήσας οὗτος ὁ τοσούτων ἀγαθῶν αἴτιος εἰς δωρεὰν ὑπὸ τοῦ δήμου κεκλημένος αἰτήσας 1 2 3 οὐχ αὑτῷ περιουσίαν οὐδ’ ἃ πολλάκις | τοὺς μὲν 4 λαβόντας ὤνησε, τοὺς δὲ δόντας ἐλύπησεν, ἀλλ’ ἀξι- ώσας εἰς τὸ γέρας υἱεῖ πατέρα συναλλάξαι αἰσχρῶς καὶ ἀτίμως ἐπεστομίσθη καὶ μονονοὺ πατραλοίας ἔδοξε καὶ δίκην ὀφείλειν τοῖς νόμοις.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.