οἰκέται καὶ θέουσιν εὐθὺς παρὰ τοῦτον καὶ παροξύ- νουσιν ἐν οἷς ζημιοῦσι χαριζόμενοι. καὶ τὸ δεῖπνον ἡμῖν ἐντεῦθεν ἐγκλήματα καὶ γραφαὶ καὶ μετὰ ἀπει- λῶν ἡ θοίνη. πάλιν ἕτερος ἐκείνους εὐδοκιμοῦντας ἰδὼν φυλάττει καὶ πονεῖ περὶ τὴν θήραν καὶ πολλάκις
ἅ τ’ εἶδεν ἅ τ’ οὐκ εἶδεν ἀπήγγειλεν. ὁ δὲ πατὴρ ἄλ- 1 λῶς μὲν ἡμῖν οὐ πονηρός, ἀπιστεῖν δὲ οὐκ οἶδεν. ὅστις οὖν δέδοικε τὴν ἐσομένην λύπην ὡς βλάβην ἐσο- μένην εἰς τὸν πόλεμον τῇ πόλει, σκοπείτω καὶ τὴν παροῦσαν καὶ τάχα εὑρήσει μείζω.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.