τεσθαι βούλομαι. ἐλθέτω μανίας ἐπ’ ἐμὲ μᾶλλον ἔγ- κλημα ἢ τὸν πατέρα ἀσεβείας· εἰπάτω τις ὡς ὁ νεα- νίσκος παραπαίει μᾶλλον ἤ ὁ πρεσβύτης παραφρονεῖ. λάβε δίκην, ὦ πάτερ, λάβε μεγάλων ἁμαρτημάτων. ἐμνημόνευσα πρὸς σὲ φιλανθρωπίας, ἐμνημόνευσα προσ-
ηγορίας ἀδελφοῦ, ἐμεμψάμην ὀργήν, ἐπῄνεσα συγγνώ- μην. ἦν που τῆς δημηγορίας καὶ τὸ τῶν διαλλαγῶν ὄνομα καὶ τὸν Ἔλεον προσεῖπον. ὀφείλω δίκην ἐπιει- κῶν ῥημάτων. ἀποκήρυξον, ἔκβαλε, μὴ μεταβάλῃς τοὺς τρόπους.
1 2 3
δυσχερῆ τοῖς ἐναντίοις ἑορτή. τί φῄς; δέδοικας μὴ πεσὼν εἰς λύπην ἀμελήσω τῶν ὅπλων; νῦν γὰρ ἐν εὐφροσύνῃ μοι τὰ πράγματα καὶ ᾠδαῖς καὶ γέλωτι; τεκμαίρου τὴν ἀθυμίαν, ἄνθρωπε, τῷ προσώπῳ. ταύτῃ συζῶ, διὰ ταύτην ἀπόλωλα. λύπη μοι σύμπας ὁ βίος.
ὑπὲρ τούτου λαλῶν δακρύω. ἂν οἴκαδε εἰσέλθω, τὸ πλήρωμα ὁρῶν ἠκρωτηριασμένον πενθῶ. ἂν εἰς παλαί- στραν ἀφίκωμαι, τὸν ἀδελφὸν ὁρῶν ἀπερριμμένον ὀδύ- ρομαι. ἅπας καιρὸς καὶ τόπος ἀφορμὴ δακρύων, οἰκία,
στενωποί, γυμνάσια, σύλλογοι, τράπεζα, ὕπνος. ἤδη γὰρ κἀν τοῖς ὀνείρασιν ἔνδον μὲν ἔχειν αὐτὸν δοκῶν ὑφ’ ἡδονῆς ἐκπηδῶ, μανθάνων δὲ τὴν ἀπάτην ἐν ὀδυρμοῖς ἀναμένω τὴν ἡμέραν. μάρτυρα δὲ ἔχω τῶν πολλῶν δακρύων τὸν ἐπ’ αὐτοῖς πολλάκις ἀγανακτή-
σαντα τοῦτον αὐτὸν τὸν πατέρα.
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.