τῆς ῥᾷστον ὑπαχθῆναι καὶ ἁμαρτεῖν τοὺς τῷ χρόνῳ μὴ κτωμένους τὴν σύνεσιν; οὐχ ὡς τὸ μηδὲν πλημ- μελεῖν ἐν τοῖς θεοῖς ὥρισται; οὐκ εἶπον ἃ παρ’ ὑμῶν ἀκήκοα πολλάκις, ὅτι τοῦ νόμου φόβος ἐστὶ τὸ βού- λημα καὶ τοὺς νέους δεδοικέναι μὲν ἀξιοῖ τὴν ἐκβολὴν
ἐπὶ τῷ σωφρονεῖν, ἀπελαύνεσθαι δὲ οὐκ ἔστι καὶ περι- νοστεῖν ἀοίκους οὔσης οἰκίας ἐφ’ ἁμαρτήμασι φαύλοις; εἰ γὰρ δὴ μεγάλα, τί οὐκ ἀπέκτεινε;
Declamatio 48. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.