εὐχαὶ πατέρων. τούτων ἀναμνήσθητι, ταῦτα αἰσχύνθητι. καὶ μὴ σαυτὸν μὲν ἄπαιδα καταστήσῃς ὄντων υἱέων, ἡμᾶς | δὲ ὀρφανοὺς ὄντος πατρός. ἱκανῶς ἐδά- 1 κρυσεν ἡ μήτηρ, ἱκανῶς ὁ δυστυχὴς ἀδελφός, ἱκανῶς ὁ τέως μὲν εὐδαίμων νομιζόμενος ἐγώ, νῦν δὲ ἀθλιώτα-
2 3 4 τος. ἱκανῶς ἐλυπήσαμεν τοὺς ἀληθῶς φίλους, ἱκανῶς εὐφράναμεν τούς τε φανερῶς μισοῦντας καὶ τοὺς οὐχ ὁμολογοῦντας.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.