ἔμελλε δὴ καὶ ἐπ’ ἐμὲ. πορεύεσθαι τὸ πρῶτον ἐξεργα- σάμενος, οὔπω δὲ διαβεβλημένος ἐγὼ πεσὼν εἰς τοὔ- δαφος ἐδεόμην τοῦ πατρὸς μὴ πονηρὸν οὕτω νομίζειν τὸν υἱὸν μηδὲ τὴν τῶν συκοφαντούντων κακοήθειαν πιστοτέραν ποιεῖσθαι τῆς ἀληθείας. αὐτὸς γοῦν ἔφην 1 ὁ συνὼν ἐγὼ καὶ συνεζευγμένος καὶ πάντα εἰδὼς ἐπιτιμᾶν μὲν αὐτῷ, τοσαύτην δὲ οὐ συνειδέναι κακίαν. καὶ ἄμα ἠξίουν τοὺς διαβάλλοντας εἰς μέσον ἐλθεῖν καὶ μὴ φεύγειν τὸν ἔλεγχον μηδὲ ἐξ ἀφανῶν βάλλειν.
τοῦ πατρὸς ἴσως ἂν ἐνδόντος ἐμπίπτει ποθὲν ἐκεῖνο τὸ τῆς νῦν αἴτιον ἀποκηρύξεως νόσημα. καὶ ἦμεν ἐν δάκρυσιν ἅπαντες, ἡ μήτηρ, ὁ τότε ἐγὼ φιλούμενος, ὁ προσκεκρουκὼς ἀδελφός, ᾦ μέγιστον ἦν τῆς συμ- φορᾶς τὸ μὴ ἔχειν εἰσελθεῖν παρὰ τὸν κάμνοντα μηδὲ
θιγεῖν ἐγγύθεν μηδὲ ταῖς χερσὶ θεραπεῦσαι τὸ σῶμα.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.