πὸν δὲ ἄρα ἦν νικῆσαι τοὺς βασκάνους. οὕτω γὰρ τῶν πραγμάτων προι·όντων καὶ δοκούντων ἡμῶν εὖ πράτ- τειν πλημμελεῖ μέν τι καὶ οὑμὸς ἀδελφός, δεῖ γὰρ τά γε ἀληθῆ λέγειν, καὶ μικρόν τι τῆς ἔμπροσθεν ἐκφέ- ρεται τάξεως. τοῦτο δὲ ἁρπάσας ἄνθρωπός τις φάσκων
εὔνους εἶναι τῷ πατρὶ προσελθὼν καὶ στενάξας ὧς δὴ συναχθόμενος κατηγορῶν ἀπόντος τοῦ νέου μεγαλύνων τὸ σμικρὸν καὶ τοῦτο αἴρων τῷ λόγῳ φάσκων αἰσχύ- νεσθαι τοῖς ἡμετέροις κακοῖς ἄγριον ἐποίησεν ἄνθρω- πον οὐ τοιοῦτον.
Declamatio 47. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.