διείλεγμαι, ταῦτα καὶ πρὸς ὑμᾶς ἐρῶ. εἰσί μοι παῖδες, ὦ ἄνδρες, παιδευόμενοι κατὰ τοὺς ὑμετέρους νόμους καὶ τοῦτ’ ἀκούοντες ἀεὶ παρ’ ἐμοῦ, ζῆν ὡς ἐκεῖνοι κελεύουσι. τούτους ἀπεῖπον μηδένα ἄγειν ἐπὶ τὸ βῆμα. μὴ γὰρ σώζοιτο παρ’ ὑμῖν στρατηγὸς διὰ παῖδας ἐλεού-
μένος ἢ γυναῖκα κλαίουσαν ἢ μητέρα δακρύουσαν ἢ πατρὸς δακρύοντος πολιὰν ἢ φίλους παρεστῶτας. ἐκ τῶν πεπραγμένων ἕκαστος ἀποφευγέτω καὶ κολαζέσθω, κἂν ἄπαις τις ᾖ δίκαιος, ἀθῷος ἀπίτω, κἂν πολλῶν πατὴρ πονηρός, ἀποθνησκέτω.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.