δικαζόντων ἕκαστος πιστευέτω ταχέως εἰς τῶν φευγόν- 1 των Ι ἔσεσθαι καὶ τὴν αὑτοῦ ψῆφον περὶ τῶν ἄλλων τοῖς ὕστερον αὑτῷ δικάσουσιν εἰς παράδειγμα καταλιμπανέτω παιδεύων μὴ προστίθεσθαι τούτοις τοῖς 2 3 4 5 θηρίοις οἱ πείθουσιν ὑμᾶς ὅν πρῴην ἐπῃνεῖτε καὶ τοῖς ὅλοις ἐφίστατε, τοῦτον παραδοῦναι τῷ δημίῳ. καὶ τί γένοιτ’ ἂν αἴσχιον πόλει ἢ ὅταν αὐτοὶ οἱ στρατηγοὶ ψήφῳ δικαστῶν ἀπίωσιν, οἷς ἔρως ἐν ὅπλοις ἀποθανεῖν; οὐκ ἴστε ὅτι πρὸς τῷ μὴ δίκαιον εἶναι κτεῖναι τοὺς
ἀναμαρτήτους καὶ παρασκευάζει τοὺς ἐχθροὺς τῶν ὑμετέρων στρατηγῶν καταφρονεῖν ὡς οὐκ ἀπ’ ἀρετῆς ἐπὶ ταύτην ἀγομένων τὴν τάξιν;
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.