μένοι καὶ ταὐτά μοι περὶ τοῦ ξένου φρονοῦντες ὁρῶν- τες ἀγόμενον παρὸν ἀντιλαβέσθαι καὶ κελεῦσαι μὴ κτεῖναι εἰάσατε, ἐπετρέψατε, τῷ μὴ παῦσαι τὴν σφαγὴν ἐπῃνέσατε τὸν φόνον, τῷ μὴ μέμψασθαι τὸν ἄγοντα τὸν ἀγόμενον δεῖν ταῦτα παθεῖν ἐκρίνατε. εἰ δ’ ἦν
ὑμῖν βουλομένοι·ς σώζειν, τί ἂν ἦν ἐμποδών; οὐκ ἤρ- κει δύο ῥήματα φῆσαι καὶ τοσοῦτον εἰπεῖν· ἔα τὸν 1 2 ἄνθρωπον; οὐ γὰρ δὴ τοῦ δήμου παντὸς ἰσχυρότερος ὁ στρατηγός. οἶς οὖν εἰάσατε κτεῖναι, τὸ γοῦν καθ’ ὑμᾶς, οὐ κακὸν τὸν φόνον ὡμολογεῖτε.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.