οὐ σκευωρουμένου τί ποτ’ ἦν; ἐλθεῖν ἐπὶ τὸ στρατή- γιον, εἰπεῖν ὅτι βούλοιτο συγγενέσθαι τῷ στρατηγῷ, καταμόνας ἐντυχεῖν, διαλεχθῆναι, διηγήσασθαι, διδάξαι πῶς ἔφυ τὸ κακόν, ποῖ πρόεισι, τίς ὁ τύραννος, τίνες οἱ συνεργοί, μὴ πρὶν ὀνῆσαι τὸν δῆμον, βλάψαι τῇ 1 2 3 τῶν νόμων ὑπεροψίᾳ μηδὲ φάσκοντα κήδεσθαι τῶν νόμων ἄρξασθαι τῆς εὐεργεσίας ἀπὸ τοῦ καταλῦσαι τὸν νόμον, ὃν ᾔδει δήπουθεν κείμενον, εἰ μή, νὴ Δία, τῆς πολιτείας ἧς ἐφρόντιζε ξένος ὢν ἄπειρος ἦν.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.