βουλὴ τί μὴ πρὸς τὰς αὐτὰς αἰτίας ἄγονται; ἀλλ’ οὐχ οὗτοι κακῶς ἔξω τῆς αἰτίας εἰσίν, οὐ μὰ τοὺς θεούς, ἀλλ’ οὐ καλῶς ἐν ταῖς αἰτίαις ἐγώ. πόσοι γάρ, ἐξ ὅτου πόλεις οἰκοῦνται, μεῖζον φρονήσαντες τῶν ἄλλων ἐπ- έθεντο τοῖς νόμοις; οὐδ’ ἂν ἀριθμήσαι τις. πόσοι πρὶν
ἐπιτελέσαι τὴν γνώμην ἑάλωσαν; οὐκ ὀλίγοι. πάντας οὖν οἱ στρατηγοὶ πρὸ τῶν ἄλλων εἶδον; οὐκ ἐστιν, ἀλλὰ τὸν δεῖνα μὲν ὁ στρατηγός, τὸν δεῖνα δὲ ὁ ῥή- τωρ, τὸν δέ τις τῶν ἐργαζομένων ἐπ’ ἀγορᾶς, τὸν δὲ 1 οἰκέτης, τὸν δὲ γυνή, | τὸν δὲ ὅπως ἄν, οἶμαι,
τὰ τῆς τύχης συμπέσῃ. ὥσπερ γὰρ τοῖς θησαυροῖς ἐντυγχάνουσιν οὐχ οὓς ἄξιον πλουτεῖν, ἀλλ’ οἷς ἂν ὁ δαίμων διδῷ, οὕτω καὶ τὰς τοιαύτας παρασκευὰς πρὸ τῶν ἐν ἀξιώματι τῶν πολλῶν τις εὑρεῖν εὐτύχησεν.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.