φησίν, ἧκε μηνύσων τὴν τυραννίδα καὶ οὗτος ξένος, σὺ δ’ ἐσίγησας. οὐ γὰρ ἐνῆν, ὦ θαυμάσιε, τὸν οὐ προαισθόμενον βοᾶν. αὐτὸ δὲ τὸ μὴ λαβεῖν αἴσθησιν τῶν τεχνικῶς κακουργούντων, οὐ τῶν ἀγνο- ησάντων ἀδίκημα. εἰ δ’ ἐμὸν ἀδίκημα τοῦτο, διὰ τί
μόνου, πρὸς θεῶν; μόνῳ γὰρ προσήκει μοι κήδεσθαι τῆς πόλεως, τοὺς δ’ ἄλλους πολίτας ἀφίεσθαι τῆς προ- νοίας;
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.