γνώμην τοῦ. κρινομένου τραπόμενος καὶ δείξας δεχο- μένην τὰς μέμψεις ἔδοξέ τι λέγειν. αὕτη δὲ νῦν λύει μᾶλλον ἢ βεβαιοῖ τὴν γραφὴν καὶ διχόθεν ἀφεῖμαι τῆς αἰτίας τῷ τε τοῦτον ἀπορεῖν μαρτύρων καὶ τῷ 1 2 προσήκειν ἐκ τῶν εἰκότων εὔνουν εἶναί με τῇ πόλει. τίς γὰρ οὐκ οἶδεν ὧς οὗτοι κινοῦσι τὴν οὖσαν πολι- τείαν καὶ τῆς ἀπούσης ἐπιθυμοῦσιν, οἵτινες ἐν μὲν τῇ καθεστώσῃ φέρονται χεῖρον, ἐλπίδας δὲ ἔχουσιν ἐν
τῇ μεταβολῇ βελτίους;
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.