λος, ἀνῃρημένου δὲ πρᾶγμα ἀνόνητον αἱ μάχαι, παρε- τήρουν ἐν ταῖς ἐκκλησίαις, ὅπως αὐτῶν ᾗ τῶν πολιτῶν, οἶς ἀναγκαία ἡ πρὸς τὴν ἐνεγκοῦσαν εὔνοια, καθαρὸς ὁ σύλλογος καὶ μηδεὶς τῶν ῥᾳδίως ἂν ἐξαγγειλάντων τοῖς ἐναντίοις τὰ τῇδε νικῶντα παρείη, καὶ αὐτός τε
1 2 πανταχοῖ τοὺς ὀφθαλμοὺς περιῆγον καὶ οἷς αὐτὸ τοῦτο προσετέτακτο ποιεῖω, ἦσαν δὲ οὐκ ὀλίγοι. τὰς γὰρ ἐλπίδας τῶν τροπαίων ἐν ταῖς ἐκκλησίαις εἶχον, καὶ συμμάχων, ὧς ἄν τις εἴποι, χρησιμώτερον ἔργον
τὸ μηδένα τῶν ἔξωθεν εἰδέναι τὰ ἡμέτερα ἀπόρρητα. διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ τὸν στρατηγόν, ἀλλ’ οὐ τὰς ἄλλας ἀρχὰς ἐπὶ τὸν ξένον παρακαλεῖν ὁ νομοθέ- της εἰδὼς ὅτι τούτῳ μάλιστα μελήσει τῆς περὶ ταῦτα ἀκριβείας, ᾦ μάλιστα συμφέρει μὴ ταῦτα παραβαί-
νεσθαι.
Declamatio 44. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.