<θεοὶ>ἔδοσαν, ὧς οὐκ ἔδει, τοῦτον δὴ τὸν ὑφ’ ὑμῶν ἐπαινούμενον, λαμπρὸν μὲν τὴν ἰδέαν, βέλτιστον δὲ τὸν τρόπον, τὸν αὐτὸν τῇ μὲν ὥρᾳ πάντας ὀφθαλμοὺς ἐφ’ ἑαυτὸν ἕλκοντα, τῇ δὲ σωφροσύνῃ παριόντα τὴν ὥραν. καὶ τὸν δεῖνα εἰπὼν ἄν τις τὸν καλὸν προσέθηκεν,
ἐγὼ δὲ ὁ κακοδαίμων ἀκούων ἔχαιρον καὶ τοῖς θεοῖς ᾤμην δεῖν καὶ τούτου χάριν ἔχειν. ἔμελλον δὲ ἄρα ὑπὸ ταύτης ἀπολεῖσθαι τῆς καλῆς δωρεᾶς.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.