τοῦ μειρακίου αὐτοὶ μηνυταὶ γεγενῆσθαι καὶ νῦν ἐκεῖ- νον παραμυθεῖσθαι τῷ πράγματα ἐμοὶ παρέχειν; τί βούλεσθε πλέον ὑμῖν γενέσθαι; ἀπολώλεκα τὸν υἱὸν ἐκεῖνον τὸν καλόν, ἀπολώλεκα. οὐκέτ’ αὐτὸν εἰς δι- δασκαλεῖον ὄψεται βαδίζοντα οὐδείς, οὐκέτ’ ἐκεῖθεν
ἀναστρέφοντα, οὐκέτ’ ἐν παλαίστραις, οὐκέτ’ ἐν γυμνα- σίοις. ὁ εὔπαις ἐκεῖνος, ὁ μακάριος ἐγὼ κεῖμαι, πέ- πτωκα. τὸν τάφον τοῦ παιδὸς ἀντὶ τοῦ παιδὸς ἔχω.
’δεν ἀντερῶ οὐδὲ φθέγξομαι οὐδ’ ἐχθροὺς ὑμᾶς, ἀλλ’ ἐπιτηδείους ἡγήσομαι διδόντας με ἀνθρώπῳ παρ’ ᾧ τάχιστα ἀποθανεῖν ἀνάγκη. ὧς πονηρὸν δὲ καὶ ὠμὸν καὶ ἄδικον εἰς τὸν ἐμαυτοῦ παῖδα γεγενημένον μή με ἀποκτείνητε, ὦ ἄνδρες, μηδὲ ποιήσητε χείρους ἐμοῦ
τοὺς ἄλλους πατέρας, εἴ ποτε, ὅ μὴ γένοιτο, καιρὸς ἔλθοι τὴν ἴσην ἀπαιτῶν μεγαλοψυχίαν.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.