γὰρ εἰ λῃσταὶ διώκοντες ἐμέ τε κἀκεῖνον ἔμελλον ἐκεῖ- νον τοιαῦτα λαμβάνοντες ὑβρίσειν, ἐπὶ τὴν αὐτὴν ἂν ἦλθον καὶ τότε πρὶν ἁλῶναι βοήθειαν. τοιαῦτα γὰρ δεδιδάγμεθα παρὰ τῶν νόμων καὶ τῆς δημοκρατίας. οὕτως, εἰ καὶ μηδὲν τῷ κοινῷ κέρδος ἔφερεν ὁ | 1 φόνος, ὑπὲρ αὐτοῦ γε τοῦ περὶ τῶν ἐσχάτων κινδυ-
νεύοντος ἀναγκαίως ἐπράττετο. εἰ γὰρ τρὶς ἀποθανεῖν ἐχρῆν ὑπὲρ σωφροσύνης καὶ τοῦ μὴ ταύτης ἐκπεσεῖν, οὐκ ἂν ἐλαττόνων ἐωνεῖτο τὰ μείζω;
ὅτι πρῶτον μὲν οὐχ ὁρῶντος ἦν, ὦ ἄνδρες, τὸν κατει- ληφότα καιρόν. οἷον γὰρ ἦν μεταφέρειν ὑμᾶς ἀπὸ τῶν πύργων ἐπὶ τὴν ἐκκλησίαν καὶ κελεύειν καταθε- μένους τὰ ὅπλα λόγων ἀκούειν καθημένους καὶ τοῖς μὲν πολεμίοις ἀφεῖναι κατασείειν τὸ τεῖχος, εἰς δὲ τὴν
ὑπὲρ ἑνὸς σώματος βουλὴν ἄγειν ἐν ᾗ μακροὺς ἀνάγκη γενέσθαι τοὺς λόγους;
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.