μὲν ἐπέρρει 〈πολλὰ〉 πολλαχόθεν καὶ ἄμα τοῖς ἡμετέ- ροις ἐχρῆτο καὶ τῶν ἀστυγειτόνων αὐτῷ πολλοὶ παρῆ- σαν οἱ συνεργοὶ μισοῦντες μέν, τῷ φόβῳ δὲ αὐτὸν θεραπεύοντες, ἡμῖν δὲ καθ’ ἑκάστην ἡμέραν χείρω τὰ πάντα ἐγίγνετο τῆς μὲν χώρας ἐστερημένης, τῶν πυ-
λῶν δὲ κεκλεισμένων, τοῦ σίτου δὲ οὐκ ἀνασχομένου πολιορκίαν μακράν. οὐ γὰρ ἔφθημεν δόντες τὰς ἀπο- κρίσεις καὶ κατακεκλείσμεθα καὶ ὁ λιμὸς πλησίον.
τῶν τοιούτων γεγενῆσθαι προσεδρείαν; γένοιτο γὰρ ἄν τι πόνων ἐρῶντι κουφότερον ἐν οἶς εἰσιν ἐλπΙ ’δες κρατήσειν τῶν ἐρωμένων; ἀνιαρὸν μὲν οὖν αὐ- 5 τοῖς τὸ μὴ ὑπὲρ τῶν τοιούτων ταλαιπωρεῖν | καὶ δύο ἀπαλλαγὰς τοῦ πάθους ἴσασιν οἱ μανικώ-
τεροι μόνας, ἢ ἑλεῖν ἢ ἀποθανεῖν. οἱ τύραννοι δέ, ὅσῳ μᾶλλον οἴονται προσήκειν αὑτοῖς πανταχοῦ κρα- τεῖν, μᾶλλον φιλονεικοῦσιν.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.