ὕμνοις προσδοκήσασι μὲν τὰ δεινότατα, πεπονθόσι δ’ οὐδὲν ὧν φοβεῖσθαι παρῆν, τῷ δ’ ἀπολωλεκότι ἐμοὶ <τὸν παῖδα> δακρύειν τε αὐτὸν καὶ τιμᾶν καὶ τῶν παραμυθουμένων ἀκούειν, οἶς ἐγὼ πολλὴν 3 | οἶδα χάριν· ἐπειδὴ δὲ πεφήνασί
τές τε ἀπὸ τοῦ τάφου καὶ κρίνοντες ἄνθρωπον οὐδὲ ὀρθοῦσθαι δυνάμενον καὶ δι’ ἐμοῦ τὸ κοινὸν διαβάλ- λουσιν, εἰ δόξει τρέφειν πολίτας οὐ διὰ τὸ τὴν πόλιν φιλεῖν, τὸ δὲ τοὺς αὑτῶν μισεῖν τὰ τοιαῦτα τολμῶν- τας, δέομαι πάντων ὑμῶν, μὴ ἀνάσχησθε μήτε τῇ πό-
λεῖ’ μήτε ἐμοὶ χείρονος δόξης γιγνομένης, ἀλλ’ οἵων ἂν ἠξιώσατε δικαστῶν τυχεῖν ὅμοια μὲν ἐμοὶ βεβου- λευμένοι, ὅμοια δὲ κατωρθωκότες, ἐφ’ ὁμοίοις δὲ κρι- νόμενοι, τοιούτους ὑμᾶς αὐτοὺς ἐμοὶ παράσχετε τή- μερον.
λέγειν ἃ ἥκιστ’ ἂν ἐβουλόμην, ἡ γὰρ ἀπολογία πᾶσα ἐν τούτοις ἐστίν, ὦ ἄνδρες, μὴ τοῦ λέγοντος, τῶν δὲ οὐκ ἐώντων αὐτὰ σιωπᾶσθαι τούτους ἡγεῖσθε τοὺς λόγους, οἳ οὐ τοῦτο μόνον καὶ ἐμὲ καὶ ὑμᾶς ἀδικοῦ- σιν, ἀλλ’ ὅτι καὶ τῷ τυράννῳ τῆς λύπης οὐ μικρὸν
ἀφαιροῦσι κρίνοντες καὶ πράγματα παρέχοντες ἀνθρώ- πῳ ὅν ἐκεῖνος αὑτῷ πάντων ἔχθιστον ἡγεῖται.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.