καὶ ὑγιαίνοντος ἠχθόμην καὶ ἀρρωστοῦντος εὐφραινό- μην καὶ προσιόντος ἀπεστρεφόμην καὶ παίων καὶ ἄγχων διετέλουν καὶ καταρώμενος αὐτῷ πολλάκις ἐπε- δείχθην πρὶν ἄνδρα γενέσθαι ἀποθανεῖν, εἰ μέν τι τούτων ὁ διώκων αἰτιᾶσθαι δύναιτο καὶ οὐκ αἰτιᾶσθαι
μόνον, ἀλλὰ καὶ παρέχεσθαι μάρτυρας, ἀποκτείνατε, κατακόψατε, καταποντίσατε, λόγος οὐδεὶς ἔσται μοι· εἰ δ’ ὂν ζῆν ἐβουλόμην ἀφῃρέθην, ἐλέησον τὸν ἐζημιω- μένον. ποῦ γὰρ ἂν ἔχοι λόγον τὸ μὲν τῆς χειρὸς ἔργον εἰς ἐξέτασιν ἄγειν, ἃ δὲ φρονῶν τοῦτ’ ἔδρων
ὑπερπηδᾶν;
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.