XLII.
Τύραννος ᾔτησεν ἐξ ἀστυγείτονος πόλεως μει- ράκιον ὡραῖον ἀπειλῶν πόλεμον, εἰ μὴ λάβοι. ἐδέξατο τὸν πόλεμον ἡ πόλις. ἐπῆλθεν ὁ τύ- ραννος. πολιορκουμένης τῆς πόλεως ὁ πατὴρ
ἀποκτείνας τὸ μειράκιον ἔρριψεν ἀπὸ τοῦ τεί- χους. ἀπελθόντος τοῦ τυράννου κρίνεται φόνου.
Ἡ μελέτη.
1τούτοις κέρδος οὐ μικρὸν ἡ τελευτή· ἐπεὶ δὲ ἐκ κατη- γορίας καὶ ψήφου καὶ οἷα ἠκούσατε αἰτιώμενοι πει- ρῶνται τοῦτο ποιεῖν, οὐ τὸ μηκέτ’ εἶναι, τὸ δὲ ἐπὶ τοιούτοις ἀποθανεῖν δεινότατον εἶναι νομίζων οἶμαι δεῖν τινα ποιήσασθαι περὶ ὧν οὐκ ὤκνησα ποιεῖν ἐν
ὑμῖν ἀπολογίαν.
Declamatio 42. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.