ταῦτα πάσχειν ἃ πάσχομεν οὐχὶ τῶν τρόπων κατεγνω- 1 κὼς τῆς πόλεως οὐδ’ ἀσεβές τι συνειδὼς | ὑμῖν οὐδ’ ἄγριον οὐδέν, μήποθ’ οὕτως ἀγνοήσαιμι τὴν πό- λιν, ἀλλ’ ὁρῶν τὸν ἄνθρωπον τοῦτον ἐκ γεωργίας μὲν ἢ θαλάττης ἤ τινος ἄλλης ἐπιεικοῦς ἐργασίας οὐ βου-
λόμενον ζῆν, τὴν πονηρὰν δὲ ταύτην μετιόντα τέχνην καὶ φάσκοντα μὲν ὑπὲρ τοὺς ἄλλους ἐπίστασθαι τοὺς θεοὺς καὶ τἀκείνων ἀπόρρητα καὶ τίσι χαίρουσι καὶ τίσιν ἕλκονται καὶ τί λαβόντες ἀντιδοῖεν ἄν.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.