ὑπὸ τοῦ κλήρου κατειλημμένον ἑώρα τὸν ἑαυτοῦ, ἴσως μὲν οὐδ’ ἂν ἐδάκρυσεν· εἰ δ’ οὖν, ἀλλὰ κἂν ἡδονὴν ἴσως εἶχέ τινα τῇ λύπη κεκραμένην, εἰ τοιαύτην εἰσφο- ρὰν εἰσέφερε τῇ πόλει. ὁ δὲ ἀγανακτεῖ καὶ τὴν λει- τουργίαν οὐ φέρει καὶ λοιδορεῖται τοῖς θεοῖς καὶ μο-
νονοὺ κατασκάπτει τοὺς νεώς. καὶ οἱ μὲν τὰ μέγιστα ἡμᾶς ἀγαθὰ εἰργασμένοι τὴν ἡσυχίαν ἦγον ἄν, ὁ δὲ πονηροῖς φαρμάκοις τὸν ἑαυτοῦ κατατρίψας βίον, ὥσπερ 1 2 3 τις τύραννος, ὑποχωρεῖν ἀξιοῖ ταῖς ἡδοναῖς ταῖς ἑαυ- τοῦ τὴν κοινὴν ἀσφάλειαν.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.