πείρας πολλῆς καὶ μαρτυρίας κοινῆς ἄνθρωπος θεοῖς ἐχθρὸς ἀξιοῖ φανῆναι σεμνότερος. οὐ τοίνυν οὐδ’ ὁ τρόπος τῆς ἰάσεως καινός, ἀλλ’ ἤδη καὶ ἑτέροις δι’ ἴσων λέλυνται συμφοραί. καὶ οὐκ ἀφανεῖς γε αἰ θυ- σίαι, ἀλλὰ κἂν οἱ παῖδες εἴποιεν ταῦτα καὶ διηγή-
σαιντο τοὺς θύσαντας, ἃς, τοὺς τεθυμένους ὑπὲρ ὧν τέ- θυνται. τί τοίνυν ἐστὶ τὸ πεῖθον ἀντὶ τοῦ θεοῦ καὶ τῶν παρ’ ἐκείνου τὸν μάγον ποιήσασθαι;
γέλλεται, γνῶναι ῥᾴδιον. ὅτῳ γὰρ ὑμῶν, ὦ πολῖται, πιστὸν ὅτι οὗτος πολίτης ὢν καὶ τοσαύτην ὁρῶν φθο- ρὰν καὶ. κίνδυνον ὧς μηδένα ἡμῶν λειφθήσεσθαι, καὶ τὸν περὶ τὰς ταφὰς νόμον κεκινημένον τῷ πλήθει τῶν νεκρῶν κατέσχεν ἂν καὶ οὐκ ἐξέφηνεν αὑτόν,
ἀλλὰ προήκατο καιρὸν παρασχόντα αὐτῷ σωτῆρα κληθῆ- ναι τῆς πόλεως; διὰ τί γάρ, ὦ τοῖς θεοῖς ἐρίζων τή- μερον, οὐκ ἐπεδείξω τὴν δύναμιν ταύτην; πότερον οὐκ εἶχε τὸ πρᾶγμα δόξαν; οὐδὲ ἔστιν εἰπεῖν ὅσην. ἀλλ’ οὐχ ὑπῆρχε βουλομένῳ κερδαίνειν; καὶ τίνος ἂν ὧν
ἂν ἐπήγγελλες ἠτύχησας;
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.