νος τῇ τοῦδε ψευδολογίᾳ καὶ τοῦ διδάξοντος ὑμᾶς περὶ ὧν μόνων οὐδὲν δεῖ διδαχῆς ἐδεήθητε, παρῆλθον οὐκ ἐπιτρέψων βελτίω νομισθῆναι τοῦ Πυθίου τὸν μάγον.
δὲν πιθανὸν ἐν οἷς ὑπέσχηται τούτοις ἦν· δύο δέ ὦ πολῖται, μάλιστα τῆς τοῦ μάγου δημηγορίας ἀνιᾷ, ἕν μὲν ὅτι πολλοὶ νῦν τῶν πολιτῶν ἐν τοῖς τούτου 1 κεκηλημένοι λόγοις, ἔστι δὲ καὶ τούτων | οὗτος αἴτιος, ἀποθνήσκουσι τοῦ λοιμοῦ τὸ αὑτοῦ ποιοῦντος, 2 3 ἕτερον δὲ τὸ μὴ τὸν θεὸν ὁμοίως ἡμῖν ἔτι βοηθεῖν ἐθελήσειν. τὸ γὰρ πρὸς ἑτέρας ἡμᾶς ἰδεῖν ἐλπίδας καὶ δέξασθαι λόγους ὑπὲρ ἄλλης ἐπικουρίας μετὰ τὴν με- γάλην ἐκείνην θαυμάσαιμ’ ἂν εἰ μὴ τῆς εὐνοίας τε καὶ σπουδῆς ᾗ κέχρηται περὶ τὴν πόλιν ὁ θεὸς μέγα
μέρος ἀφαιρήσεται.
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.