τὸν δὲ δοῦναι δίκην, ὅστις ὁρῶν τὴν πόλιν οὕτως 1 2 3 οἰκτρῶς ἀπολλυμένην οὐκ ἠλέησεν οὐδὲ ἐπήμυνε κύ- ριος ὤν, ὧς αὐτὸς λέγει;
παράγειν ἐπιχειρεῖ καὶ ἔστι πανταχοῦ πονηρός. ὃς πρῶτον μὲν ὑμᾶς οὐκ ἐᾷ τοῖς ἐγνωσμένοις ἐμμένειν. φέρε γάρ, τί τότε βουλευομένοις ὑμῖν ὑπὲρ βοηθείας ἔδοξεν; οὐ τοὺς μὲν ἀνθρώπους ἅπαντας χαίρειν ἐᾶν ὡς ἂν ἐλάττονας τοῦ πράγματος, ἐπὶ δὲ τὴν ἀπάσης
κρείττω συμφορᾶς ἐπικουρίαν καταφεύγειν, τὸν θεὸν τὸν ἐν Δελφοῖς;
Declamatio 41. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.