ἦν ἂν οὗτος, οἶμαι, πολὺ πιθανώτερος· ἐπεὶ δὲ πατέρες μὲν ὑμεῖς καὶ τὴν περὶ τοὺς παῖδας φιλοστοργίαν οὐκ ἀγνοεῖτε, καὶ τοῦτο μόνον ὁ κατήγορος ἀφελέσθαι <με> 1 | μετὰ καὶ τῆς Τύχης οὐκ ἴσχυσε, πατὴρ δὲ καὶ αὐτὸς δυστυχὴς μὲν ἄλλως καὶ πατέρων ἀπάντων ἐλε-
εινότατος, κακὸς δὲ περὶ τὴν φύσιν ἑκὼν οὔτ’ αὐτὸς γεγένημαι οὔθ’ οὗτος ἂν εἰπεῖν ἔχοι, δέομαι ὑμῶν καὶ πάνυ δέομαι, μή μου πρότερον κατ’ αψηφιεῖσθε μηδ’ ὡς ἄδικον περὶ τοὺς ἐμοὺς ἀποκτείνητε, πρὶν ἂν αὐ- 2 3 4 5 τοὶ λογίσησθε παρεστάναι τῷ βήματι καὶ τῷ λογισμῷ, μὴ γὰρ δή ποτε τοῖς ἔργοις εἰς τοῦτο τύχης ἐλθεῖν δόξαιτε, καὶ πηλίκα μὲν ἡ φύσις δύναται παρὰ τοῖς πατράσι ξυλλογιεῖσθε, τίνα δὲ καὶ παῖδες τολμήσαιεν ὧς εἰς τοσοῦτον ἐγεῖραι τοὺς τεκόντας ἔχθος ὧς καὶ
ξίφει τὴν δεξιὰν ὁπλίσαι καθ’ ὧν ἔτεκον καὶ μεθ’ οὓς οὐκέτι τὸ καλεῖσθαι πατέρες ἕξουσιν.
σπούδασμα κτεῖναι τὸν μηδ’ ὅπως ἐσεῖται βουλόμενον, ἡκέτω μὲν μετὰ ξίφους ὁ δήμιος, ὁ δὲ βέλτιστος εὐθυ- νέτω, ὑμεῖς δ’ ἐπὶ τούτοις ποιεῖσθε τὰς ψήφους, μὴ μέλλετε, ὧς χαριεῖσθε μέν, εἰ οὕτω πατέρα δυστυχῆ μετὰ καὶ τῶν προσόντων συνεκκόψετε κακῶν καὶ τὸ
ζῆν ἀφαιρήσεσθε τὸν εἰς τοσοῦτον συμφορᾶς ἀφικόμε- νον ὡς ταῖς αὑτὸν αὑτοῦ χερσὶν ἀφελέσθαι τὸ πατὴρ ὄνομα τοῦτο δὴ τὸ γλυκὺ μὲν τοῖς ἄλλοις, οὐ γὰρ δὴ τοιοῦτον καὶ ἡμῖν ὁ δαίμων παρῆκεν· εἰ δ’ ἕτερον μὲν ἀτυχεῖν καὶ οἰκτείρεσθαι, ἕτερον δὲ κακουργεῖν
6 7 καὶ κολάζεσθαι, κατελεήσατε τῆς τύχης τὸν μηδὲν μὲν ἠδικηκότα, μείζω δὲ τῶν ἁπάντων ἠτυχηκότα καὶ παῖ- δας μὲν αὐτὸν καὶ τεκόντα καὶ θρεψάμενον, οὐκέτι δὲ 8 καὶ τῶν ἐλπίδων | ἀπονάμενον, ἃς ἐπὶ τούτοις,
ὦ θεοί, καλὰς καὶ γενναίας ὑπέτρεφον, μεθ’ ὧν πρῴην ἐβίουν καὶ νῦν οἰχομένων ξυνοίχεσθαι κἀμοὶ βέλτιον ἂν εἴη.
κρινόμενος ἐγὼ καὶ πρὸς γένους οἱ πεπτωκότες καὶ συγγενῆ τὰ κακὰ καὶ δεῖ με διὰ τούτων βαδίζειν ἐπὶ τὸ πείσειν ὧς οἶ μὲν ἠδίκουν, ἐγὼ δὲ τὴν ὕβριν ἀπε- κρουόμην.
θάτερον, ἢ μηδὲν εἰπεῖν ἀνεχόμενον μετὰ κακούργων κεῖσθαι ἢ μὴ κακουργεῖν ἐλέγχειν πειρώμενον αὐτὸν ἀνακαλύπτειν ὡς ἐπὶ θεάτρου τὰς ἐμαυτοῦ συμφοράς.
θεῖ τῆς μνήμης ἐκκρουόμενον τὰ πολλά, ἀλλ’ αὐτοὶ προσαναπληροῦν πειρᾶσθε τὰ τὸν ἐμὸν ἐκπεφευγότα λογισμὸν συγκεχυμένον οὕτω πολλοῖς τοῖς κακοῖς καὶ μηδ’ ὅ τι καὶ χρὴ λέγειν ἀκριβῶς ἔχοντα ξυνορᾶν. τοῦτο γὰρ ἐμοὶ μὲν ἔσται τοῦ μὴ κακουργεῖν δικαία
τις ἐπικουρία, ὑμῖν | δ’ οὐκ ἀγεννὴς βεβαίωσις 11 ὧς τὰ πάντα ψηφίζεσθε εὔορκα.
καὶ χρηστοὶ παῖδες γενησομένων , ὡς δὲ τῇ τε πόλει καὶ τῷ δήμῳ χρῆσι μ’ εὑ σ’ ὄντων ἐν στρατηγίαις, ἐν χορη- γίαις, ἐν δημαγωγίαις, ἐν εἰσφοραῖς, ἐπ’ εἰρήνης ἔνδον, ἐν πολέμοις ἔξωθεν.
πατὴρ ἐντεῦθεν ὡρώμην ἐγὼ καὶ τοῦτο προσάπαξ ὧς 12 13 14 ἄν, οἶμαι, τῶν θεῶν καὶ ταῦτα βίᾳ πειθομένων καὶ τοῖς ἐμοῖς ἱερείοις οὐ πάνυ τι τὸν νοῦν προσεχόντων· τὸ δέ μοι καὶ μέχρι παντὸς ταυτηνὶ φυλάξαι τὴν προσηγορίαν, τοῦτο δ’, ὡς ἔοικεν, οὔτ’ ἐκείνοις ἐδέ-
δοκτο οὔτ’ αὐτῷ μοι τοῦ λοιποῦ περίεστιν.
ζώπυρον. ἐπεὶ δὲ καὶ μεῖραξ ἐγεγόνει καὶ τῆς φρονού- σης ἡλικίας ἥπτετο καὶ τὴν μορφὴν μὲν οὐκ ἄσημος ἦν, ἀλλά τι καὶ κάλλους τῷ προσώπῳ ἐνέλαμπε καὶ τὸν νοῦν, ὥς γε ἐδόκει τέως, οὐ πάνυ τῆς ἔξωθεν ὥρας ἐλείπετο, ἐγὼ μὲν ἐνουθέτουν, ἡ δὲ μήτηρ ἐπαί-
δεῦεν ἐπὶ τῇ ταλασίᾳ διαπονουμένην πάνθ’ ὅσα γυ- ναικῶν ἔργα.
πάντως ἂν τὸ μηδὲ τεκεῖν ὅλως παρείλετο, τότε δ’ οὖν ὅμως τί μὲν ἐπὶ σωφροσύνῃ τῆς παιδὸς οὐκ 16 17 ἐτεχνώμην; τί δὲ οὐ παρῄνουν; κάλλους μὲν ἤδη, λέγων, ἱκανῶς ἔχεις, ὦ παῖ, τοῖς θεοῖς οὕτω καὶ τῇ τύχη δοκοῦν, καὶ τά γε δῶρα τῆς φύσεως οὐ μεμπτά, δεῖ δέ σε καὶ τοῖς ἔξωθεν τὰ παρὰ σαυτῆς ἐποικοδομεῖν, ὥστε καὶ τὴν ψυχὴν μη-
’δεν ἧττον ἐπανθεῖν ἢ τὰ περὶ τὸ σῶμα. τούτου μὲν γὰρ τὴν φύσιν ἅπας θαυμάσει κἀκείνης εἶναι δῶρον τὰ τῆς ὥρας νομίσει, ἤν δὲ σὺ σωφρονοίης καὶ πᾶν ὅ τι καὶ παρθένοις πρἐ- πον ἐπιτηδεύοις, τοῦτο δὲ οὐκ ἔσται τῶν ἁπάν-
τῶν οὐδεὶς ὅς οὐχὶ σὸν εἶναι τὸ καλὸν φαίη.
δὲ τῆς αἰδοῦς οὐ προσέσται σεμνόν, ἐς οὐδὲν ἄν σοι καὶ τὰ τῆς ὥρας περισταίη. αἰσχυνεῖς μὲν γὰρ τὸ γένος, αἰσχυνεῖς δὲ σαυτὴν μετὰ καὶ τῆς μορφῆς, τὴν δὲ τοῦ σώματος ἀγλαίαν ἐπελέγξει σοι τὸ τῆς ψυχῆς ἄκοσμον.
τούτοις καθ’ ἑκάστην πολλὰ μὲν ἐπέρρει μοι τὰ παρα- 18 δείγματα, πολλαὶ δ’ εἰσήγοντο τοῦ προτέρου γένους ἐφ’ ἑκατέρου τρόπου τὴν δόκησιν ἔχουσαι. καὶ τῶν μὲν τοὺς ἐπαίνους εἰς μέσον προὐτίθουν, ὁπόσας ἢ λόγοις ἄνδρες ἐθαύμασαν ἢ ποιηταὶ τοῖς ἔπεσιν ἀπε-
σέμνυναν, ταῖς δὲ διελοιδορούμην, ὁπόσαι μὴ πρὸς καλόν τι τῆς ὥρας ἀπώναντο.
ἐξηρευνώμην, τῶν δὲ τοὺς τρόπους διεσκοπούμην, τῶν δ’ ἄλλως ἀπεπειρώμην. ἀλλ’ ὁ δαίμων ἐκεῖνος ὃς εἰς τοῦτό με συμφορᾶς παρήγαγεν ἕτερον, ὡς ἔοικε, τρό- πον ἡμῖν ἀντεπαλαμᾶτο. ὃς τοὺς μὲν ἄλλους παραδρα-
μεῖν’ ἔπεισε, τῷ δὲ πάντων κακίστῳ ξυνάψαι μοι τὸ θυγάτριον κατηνάγκασεν.
φιλότιμον θέατρον· ἐγὼ δὲ ὁ δείλαιος, οὐ γὰρ ἐπὶ 20 21 τούτοις ᾤμην ἀποτελευτῆσαί μοι τὰ τῆς Τύχης, δᾷδας γαμηλίους ὑπανῆπτον καὶ τῆς θαυμασίας ἐκείνης παι- δὸς προεπόμπευσα καὶ τὰ βελτίω προσεπηυξάμην καί τι τῆς εὐχῆς καὶ τῷ καλῷ νυμφίῳ προσέθηκα, ὡς γέ- νοιτο μὲν ἐκεῖνος εὐδαίμων πατήρ, ὦ θεοί, γένοιτο δ’
ἐμὲ καὶ πάππον ἀκοῦσαι μετὰ πατρός.
καὶ μόνοις τὰς ἀμείνους ἔτρεφον ἐλπίδας, οὓς ἐπὶ μακρὸν βιῶναι τοὺς θεοὺς ἐλιπάρουν, παρ’ ὧν τὰς τελευταίας ἐσχηκέναι τιμὰς καὶ τἄλλα ὅσια τῶν οἰχο- μένων.
ἐπιθανατίους ἀναψόμενος δᾷδας καὶ τὴν ἐπικηδείαν πομπὴν ἐκπομπεύσων, ὡς δὲ τὰ τοῦ γάμου ἦν ἐπὶ τῷ τέλει, ἐντεῦθεν ὁ μὲν εἶχε τὸ θυγάτριον ὑπὸ νόμοις ἀγόμενος, ἡμεῖς δὲ καὶ υἱωνοὺς ὠνειρώττομεν | 22 ἐπιδεῖν οἱ μετ’ οὐ πολὺ καὶ τὴν μόνην παῖδα προσ-
ἀφῃρημένοι.
μάτα, λογίζεται τὴν ἀφαίρεσιν, συλλογίζεται τὸν νόμον ὑφ’ οὗ τὸ μηδὲν ἔχειν τὴν μοιχευομένην διώρισται. ἐντεῦθεν ἐπιβουλεύειν ἄρχεται τῇ γυναικί.
ἀπάτην ὥρμησε καὶ τὸν μοιχὸν αὐτὸς σχηματισάμενος ἀγγελίας καὶ λόγους ὁ θεοῖς ἐχθρὸς προὔπεμψεν οἷς ἂν καὶ μοιχὸς ἀληθὴς χρήσαιτο καὶ δῶρα προὔτεινε καὶ ὑποσχέσεις προὐβάλλετο δι’ ὧν ἂν καὶ σωφρονοῦσα γυνὴ ῥᾳδίως ἂν εἰς ἀπάτην προήχθη.
προσάπαξ ἐνοχλοῦντα καὶ πολλάκις ἀποσεισαμένη τε- λευταῖον τὸ μὲν ὑπαχθεῖσα τοῖς δώροις, τὸ δ’ ἀπατη- θεῖσα τοῖς ὑπεσχημένοις, τί γὰρ εἰς ἀπάτην ἀπλούστε- ρον γυναικός; ἢ τί τῆς μιαρᾶς ἐκείνης ἐπιβουλῆς δο- λιώτερον, ἢν ὑπὸ παλαμναίῳ τῷ δαίμονι κακὸς κακῶς
ἐκεῖνος ὁ κατάρατος ἐσκαιώρησε; παρορᾷ μὲν τοὺς ἐμοὺς λόγους οὓς πολλοὺς πολλάκις αὐτῇ περὶ σωφροσύνης 26 27 ἐπήντλουν, παρατρέχει δὲ τὴν ἐντεῦθεν τοῦ γένους αἰσχύνην, τὸν δὲ τοῦ ἀνδρὸς οὐχ ὑφορᾶται δόλον καὶ γίνεται τοῦ λοχήσαντος λάφυρον.
ἀληθῶς μοιχευθεῖσαν τῆς οἰκίας ἀπέκλεισεν, αὐτὸς δ’ ὁ τὸ ξύμπαν δρᾶμα συσκευασάμενος οὐ μόνον τὸ μη- δέν τι παθεῖν ἐδικαίωσεν, ἀλλ’ ἤδη καὶ τῆς προικὸς ἀποκερδαίνειν ἠξίου. τὸν γὰρ νόμον, ὧς ἔοικεν, ἐπὶ γυναιξὶ μόναις γεγράφθαι τὴν ἀρχὴν ᾤετο.
δὲ καὶ ταῦτ’ ἐπυθόμην ἐγὼ καὶ τὸ | θυγάτριον 28 ἤδη κινδυνεύουσαν εἶδον ἐκβεβλῆσθαι μεθ’ ὕβρεων, τὰ μὲν πρῶτα οὐκ εἶχον ἐπὶ τοῖς παροῦσιν ὅ τι καὶ χρήσομαι, ἀλλ’ εἱστήκειν αὖος ὅλος, ἀπόπληκτος, τὸ γὰρ τῆς ξυμφορᾶς ἀπροσδόκητον ὅλον μοι τὸν νοῦν
διέσεισεν, ὀψὲ δ’ οὖν ἀνανήψας καὶ τὸν νοῦν εἰς ἐαυ- τὸν συλλεξάμενος τὰ μὲν τὴν τοῦ γένους ἀδοξίαν ὑφορώμενος, εἰ ταῦθ’ ἡ πόλις πύθοιτο, τὰ δὲ καὶ μέχρις ἅπαξ τὴν μὲν ἠπατῆσθαἰ, τὸν δὲ <οὐχ> οὕτω 29 30 σκαιωρήσασθαι ὑποτοπήσας ἑτέραν ἐπέδωκα προῖκα καὶ γάμον δεύτερον, ὧς ἂν εἴποι τις, ἀπὸ δευτέρων ἕδνων ἐκρότησα τί μὲν εἰς ὄνειδος οὐκ ἐπειπὼν τῇ θυγατρί, τί δὲ πρὸς ὕβριν οὐκ ἐπαπειλήσας, τί δὲ πρὸς ὀργὴν
οὐκ ἐπιπλήξας; ἐκείνῳ δὲ τὰ μὲν παραινέσας, τὰ δ’, εἰ χρημάτων δέοιτο, παρ’ ἑκόντων λαβεῖν ὑπεσχημένος σιγᾶν ἐδεόμην, μὴ καί τις αἴσθησις τοῦ κακοῦ τοῦδε τῇ πόλει προσβάλλοι.
ἤδη τοῦ λοιποῦ κακουργοῦντας παύσειν, οἱ δ’ αὖθις ὁ μὲν τὸν δόλον ἐπήρτυεν, ἡ δ’ ἐπὶ τοσοῦτον ἦλθεν ἀνοίας ὧς καὶ ταὐτὰ τοῖς προτέροις παραχθῆναί τε καὶ πρὸς ὕβριν τοῦ γένους ἀσχημονῆσαι. καὶ πάλιν ὁ μὲν ἀπεκέρδαινεν, ἡ δ’ ἀπεκλείετο, ἐγὼ δ’ ὁ κακοδαί-
μῶν καὶ τρίτον γάμον ἀπὸ τῶν ἐμῶν ἐτέλουν χρημά- των καὶ τῇ μὲν πάλιν ἐνεβριμώμην, τὸν δ’ ἀνεῖναι τῆς σκαιωρίας ἠξίουν ἑαυτοῦ πάντα τὰ τῆς γυναικὸς εἰδότα.
ἀναλαμβάνω δίκαιον καὶ τῶν κοινῶς ἐπ’ ἀλλήλοις ἐξ- αμαρτόντων κοινὴν καταψηφίζομαι καὶ τὴν δίκην καὶ μιᾷ πλήξας τοὺς πολλὰς κατὰ καρδίας πλήξαντας τοὺς μὲν ἀπαλλάττω τοῦ βίου καὶ τῆς ἐντεῦθεν αἰσχύνης, τὸ δὲ γένος τοὐμὸν καὶ τὴν ὅλην πόλιν τῆς ἐκεῖθεν
ὕβρεως.
πολιτῶν τούς γε μετριωτέρους μάλιστα μὲν οἰκτείρειν ἐμὲ τῆς συμφορᾶς, εἰ δ’ οὖν, ἀλλὰ τὴν τύχην, ὀκνῶ 36 37 γὰρ τοὺς παῖδας λέγειν, αἰτιᾶσθαι. ὁ δ’ ὥσπερ ἐπι- χαίροντά με τῷ κακῷ τοῦ γένους ὁρῶν καὶ φαιδρότε- ρον γεγενημένον οἷς ἐκεῖνοι πεπτώκασιν ἕπου, φησί, δώσων δίκας ὧν κατὰ παίδων τετόλμηκας καὶ
ψιλὸν ἐπὶ τούτοις τοῦ φόνου προβάλλεται τοὔνομα.
τέραν ἔχει τὴν κλῆσιν, ἀλλ’ εἰ καὶ τὸν τρόπον επιθήσει τις, εὐθὺς καὶ τὸ δοκοῦν φαῦλον ἀπέωσται 38 καὶ τὰ τῶν κακούργων | ὁ δράσας ἐκπέφευγε.
μόνον τῶν ἄλλων ἀποχωρίσας πολλάκις καὶ πυκνὸν ἐρωτᾷ, ἐγὼ δὲ τὸ μὲν εἰργάσθαι παράπαν οὐκ ἔξαρνος γίνομαι, τὸ δ’ ὅτι καλῶς, τοῦθ’ ὑμᾶς ἀναδιδάξαι πειράσομαι, εἴ που καὶ τὸν χρηστὸν τουτονὶ καὶ τοῦ πατρὸς περὶ τοὺς παῖδας φιλοστοργότερον καταίδεσαι
δυνήσομαι βαρύτερον ἡμῖν καὶ τῆς Τύχης ἀναφανέντα.
μὲν οὖν ἔχεις τι καὶ σὺ τούτων εἰπεῖν, διάβαλλε τὸν περὶ τὴν φύσιν ὠμόν. καίτοι τίς οὐκ οἶδεν ὡς πατὴρ μὲν ὁ δυστυχὴς περὶ τοὺς παῖδας ἐγώ, ἐκεῖνοι δ’ οἱ πεπτωκότες, ἡ μὲν κόρη τῶν νεογάμων, ἐφ’ ᾗ πρὸ μικροῦ καὶ γαμηλίου πυρὸς ἡψάμην καὶ μέχρι καὶ εἰς
παστάδα προεπόμπευσα καὶ πάνθ’ ὁπόσα καὶ πατὴρ ἀγαθὸς ἐπεύξαιτο τοὺς θεοὺς ὑπὲρ τῆς παιδὸς ἱκἐ- τευσα, εἰ καὶ μηδέν τι τῆς εὐχῆς ἐκείνης ἀπωνάμην καὶ τῶν | θυμάτων ὧν ἐπὶ τελουμένοις τοῖς γά- 41 μοις ἀνόνητά γε, ὡς ἔοικεν, ὁ δείλαιος ἐκαλλιέρουν.
ἐκεῖνος δ’ ὁ τὴν τοῦ παντός μοι γένους ἐρημίαν ’ συ- σκευασάμενος καὶ τὰ φίλτατα ἐκπολεμώσας νυμφίος μὲν 17 ’ν, παῖς δ’ οὖν καὶ οὗτος ἐμός, κἂν γονῆς ἑτέ- 42 43 ῥᾶς, ὡς ἀπὸ τῆς ἐμῆς ποτε θυγατρὸς ἐγνωρίζετο.
γίαν οὐκ ἀγνοοῦσι, σὺ δέ, εἰ μὲν οὔπω πατὴρ ἔφθης πρὸς τῆς Τύχης γενόμενος, συγγνωστὸς μὲν οὐδ’ οὔ- τως ἂν εἴης, τί γὰρ ὧν οὐκ οἶσθα τὴν φύσιν, περὶ τούτων διατείνεσθαι τολμᾷς ἐπ’ ἐκκλησίας; εἴης δ’ ἂν ὅμως περὶ τὸ δοκεῖν θρασύνεσθαι μετριώτερος οἷς
οὐκ ἀπό τινος κακουργίας, ἀλλ’ ἐξ ἀγνοίας τὸν μηδὲν ἠδικηκότα διαβάλλειν ἐπιχειρεῖς· εἰ δὲ πατὴρ μὲν εἷ καὶ αὐτὸς καὶ παῖδας πρὸς θεῶν ἔσχες ἐπιδεῖν τε καὶ θρέψασθαι, ὅρα μὴ κακοῦργός τις εἶναι περὶ τοὺς σαυ- τοῦ δόξῃς.
παῖδας τρέφων ἀπέχθειαν. ὧς δὲ σαυτὸν ἔγνως περὶ τὴν φύσιν σκαιόν, οὕτω καὶ τοὺς ἄλλους ἔχειν οὐ δι- καίως νομίζεις. εἰ δ’ οὐκ ἀπηχθανόμην, δῆλον ὧς οὐδὲ φθόνος οὐδεὶς τὴν ἐμὴν κατὰ τῶν φιλτάτων ὥπλισε δεξιάν. εἰ γάρ τις τὸ δυσμεναίνειν τῶν πατέρων ἐξέ-
λοιτο, πάντως καὶ τὸ φθονεῖν συνεξείλετο.
ἀπόνασθαι πόνων; ἀλλὰ τὸ πρὸς κέρδος τοιαῦτα κα- κουργεῖν εὐχερὲς ἂν εἰπεῖν ἔχοις;
ὧς καλόν γε, ὦ θεοί, τὸ κέρδος, ἄνθρωπον τῆς αὐτῆς φύσεως, τῆς αὐτῆς πόλεως ἀφελέσθαι τὸ ζῆν καὶ οὐδὲ τοῦτον ἴνα οὐδ’ ἀπλῶς ἄνθρωπον, ἀλλ’ οὓς ἔτεκεν, ἀλλ’ οὓς ἔθρεψεν, ἀλλ’ οὓς ἐπαίδευσεν, ἀφ’ ὧν ἐπι- δεῖν καὶ παῖδας πλείους ἤλπισε, τούτους αὐτοχειρὶ
διαχρήσασθαι, ἔν αὐτὸς ἔχῃ πλουτεῖν ὅθεν ὁ νόμος οὐκ ἐφῆκεν.
τὰ τὰς αὑτοῦ συμφορὰς καὶ λέγειν ἃ καὶ λεγόντων ἑτέρων αὐτὸς ἂν εἰκότως κατεδυόμην, πόσων ταλάντων αὐτός, εἴπου σοι τέκνα περίεστι, τιμήσαις ἂν τὸ πατὴρ 46 47 εἶναι πρὸς τῆς αὑτοῦ δεξιᾶς ἀφελέσθαι; εἶτα σὺ μὲν οὐδ’ ἂν τοῦ παντὸς πλούτου προδοῦναι τὴν φύσιν κομπάζεις, ἐγὼ δ’ οὕτω σμικρολόγος περὶ τὰ πᾶσιν ἀνθρώποις τιμιώτατα καὶ ἃ βάρβαροι καὶ τί λέγω 48 βάρβαροι; ἀλλὰ | καὶ θῆρες καὶ πᾶν ὅσον τῆς
γῆς ἀγριώτατον πλείστου τιμῶνται, μᾶλλον δὲ τοῦ παντός, καί πως ἀποβαλόντες, εἰ τύχοι, καὶ τὰς ψυχὰς αὐτὰς μετὰ καὶ τοῦ ζῆν αὐθαιρέτως καταπροί·ενται;
μῶν ἀξύνετος ὡς μὴ ξυνιδεῖν ὡς περιόντας μὲν ἐκεί- νους καὶ καλῶς πολιτευομένους καὶ τύχης εὖ ἥκοντας παῖδάς τε προσειπεῖν ἕξω καὶ πατὴρ αὐτὸς ὑπ’ ἐκεί- νων ἀκοῦσαι, τοῦτο δὴ τὸ πᾶσιν ἀνθρώποις εὐκταιό- τατον, καὶ τὰ μὲν τῶν προσόντων μεταδοῦναι νόμῳ
πατέρων, τὰ δ’ αὖθις αὐτός, ὁπηνίκα καὶ ὅτου καὶ ὅσον ’ν δεοίμην τῆς ἐκείνων εὐδαιμονίας, παρ’ ἑκόντων κομιεῖσθαι.
καὶ τῶν ἄλλων προσαπολέσας ἀθλίως καὶ κακοδαιμό- νως βιώσομαι. ἢν δέ μοι καὶ ἡ χεὶρ ἀθεμίτως ταῦτα καὶ μὴ προσηκόντως ξυνείσεται, ἃ νῦν εὐλόγως, οἶμαι, 49 50 καὶ κατὰ νόμον ξύνοιδεν, ἐκεῖνοι μὲν οὐδὲν ἧττον αὖθις οἰχήσονται, ἐγὼ δ’ οὐ μόνον ὧν ἐκεῖθεν ἀπο- κερδᾶναι οὐχ ὁσίως ἤλπισα παρὰ τῶν νομοφυλάκων τούτων ἀποκεκλείσομαι, ἀλλὰ μετὰ καὶ τοῦ κακοῦργος εἶναι δοκεῖν καὶ τῶν περὶ τὴν φύσιν πονηρῶν ὁ σκαιό-
τατὸς καὶ τὰς ἐπὶ τοῖς ἀσεβοῦσι δίκας ἀποίσομαι καὶ δημίου χεὶρ τὴν ἐμὴν δεξιὰν μετ’ οὐ πολὺ διαδέξεται.
νῶν ἐς τὸ παράπαν ἀμύητος, ἀλλ’ οὖν τό γε τοῖς ὅ τι καὶ τύχοι κακουργεῖν βουλομένοις τὰ μάλιστα σπου- δαζόμενον, δηλαδὴ τὸ λαθεῖν κακουργήσας | δυ- 51 νήσεσθαι, τοῦτο δὲ πάντως ὅλαις ἂν μηχαναῖς ἐθηρώ- μην, ὡς μηδὲ τὴν ἀρχὴν ὅλως ὁμολογεῖν τοῦ ξίφους
ἐφάψασθαι καὶ τὴν ὄντως ἀτυχῆ ταυτηνὶ δεξιὰν ἐΚι- κεχρωσμένην ἔτι τῷ τῶν παίδων λύθρῳ προτείνειν μόνον οὐ τὸ τοῦ δημίου ξίφος ἑαυτῷ ἐπακονῶντα. ὡς ἔγωγε οὐδὲν ἕτερον τὰς δυστυχεῖς ταύτας χεῖρας αἰ- 52 τιασαίμην ἂν εἰ μὴ τοῦθ’ ὅτι μὴ κἀμὲ τρίτον προσ- έθηκαν, ἵν’ εἶχον τὸ μηκέτ’ ἀλγεῖν τοῦ κακοῦ μηδὲν αἰσθανόμενος μηδ’ ὑπὸ σοῦ τὰ νῦν ἐπ’ ἐκκλησίας ἐρε- σχελούμενος.
εἶχον, καὶ ὅλον τὸν θυμὸν ἀποπλῆσαι καὶ τὸ καταφα- νὴς ἐπὶ τοιούτοις γενέσθαι φυλάξασθαι· εἴ μέ τι τῶν ἐκείνοις προσόντων ἔθελγε, παρ’ ἑκόντων εἶχον ἂν κομισάμενος. εἰ δὲ καὶ πρὸς τὴν δόσιν ἀνένευον, ἀλλ’ ἦν ὑφελέσθαι δόλῳ παρακρουσάμενον. εἴ μέ τι δυσμε-
ναίνειν εἰς τοσοῦτον ἐκείνοις ἔπειθεν, ἦν ἂν τοὺς μὲν ἀλλοτρίας ἔργον γεγονέναι χειρός, ἐμὲ δὲ τὸ μὴ δο- κεῖν ἀδικεῖν ἀπενέγκασθαι. εἰ δὲ καὶ φαρμάκοις ἀν- ελεῖν ἐπεχείρουν, ποῖος ἄν τις τῶν ἀπάντων ᾔσθετο; νῦν δ’ οὔτε κακουργεῖν εἱλόμην καὶ λαθεῖν οὐκ ἐμη-
χανωμην.
πεπτωκότας τὰ μὲν αἰσχύνειν καὶ μηκέτ’ ὄντας ὧς κακῶς δεδρακότας τοὺς παῖδας, τὰ δ’ ὑπὲρ ἐκείνων καὶ τῆς ἐκείνων τόλμης αὐτὸν ἐγκαλύπτεσθαι, ἵρως ἐκεῖνον ἠνώχλει χρημάτων καὶ τοῦ μὲν τῆς γυναικὸς ὑπερεφρόνει κάλλους, τῆς δὲ προικὸς μᾶλλον ἥπερ 53 54 55 ἐκείνης ἡλίσκετο.
συνέμιξεν ὡς μηδὲ μετὰ τὴν πρώτην πεῖραν τἀνδρὸς ὑπιδέσθαι τὸ πικρὸν ἐκεῖνο ἐνθύμιον καὶ φρονῆσαι μὲν ἀξίως τοῦ γένους, ἐμὲ δὲ τὸν πατέρα καταιδεσθῆ- ναι τηλικαῦτα τούτοις ἐπαισχυνόμενον.
τὸ καινὸν ἐκεῖνο δρᾶμα ἐκμελετήσαντας τὰ τῆς φήμης ἐπήρετο, τὰ τῆς αἰσχύνης ἐπηύξετο καὶ τὸ κακὸν ἐπ’ ἀγορᾶς μέσης ἐπόμπευε, καὶ τὸ λοιπὸν διὰ γλώττης ᾔδετο πανταχοῦ ὁ παλαμναῖος καὶ μοιχείας ἑτέρας ἐφευ- ρετής, ἡ σώφρων ἐκείνη θυγάτηρ καὶ νοῦ πολλοῦ γέ-
μούσα καὶ φρενῶν, τρίτος ἐπὶ τούτοις ἐγώ. καὶ τὸν δεῖνά τις προσειπὼν ἐπέσκωψεν ἂν καὶ τὸν τῆς θαυ- μασίας κόρης πατέρα προσέθηκε.
ὑπὸ τῶν δεινῶν τούτων ῥητόρων καταγελώμενον; καὶ 57 58 59 60 61 τίσιν ἂν ὀφθαλμοῖς ἢ δικαστὰς προσεῖδον ἢ φίλους προσειπεῖν ἐθάρρησα ἢ καί τῳ τῶν ἄλλων ξυνήθων προσδιαλέξασθαι; πῶς δ’ ἂν ταῖς ἀκοαῖς ταύταις ἤνεγκα τῶν μὲν ἐπιχλευαζόντων ἀκούων, τῶν δὲ κατελεουμέ-
νῶν τῶν γε μετριωτέρων τῆς τύχης, τῶν δὲ καὶ τοῖς οὐκ εἰδόσι διηγουμένων ὡς οὗτος τῆς δεῖνος ὁ πατὴρ καὶ νυμφίον ἴσχε πολλῷ τῆς κόρης σεμνότερον;
νουθετοῦντα πειρᾶσθαι σωφρονίζειν, ταῦτα γὰρ 62 πατρὸς ὑγιαίνοντος ἔργα. οὐκ οὖν | ἐνουθέ- τουν, παρῄνουν; ἀλλ’ ἐπὶ τὰ τῆς χειρὸς τελευ- τᾶν τῶν λόγων ἀπελεγχομένων. οὐκ οὖν ἐπὶ τοῦ- το κἀγὼ τελευτῶν ὥρμησα μετὰ τὰς πολλὰς παραινέ-
σεῖς ἐκείνας, μετὰ τὰς μυρίας ἐπιπλήξεις τὰς πρότερον, μετὰ τὰς ψιλὰς τοῦ φόνου προσδοκίας ἃς αὐτοῖς πολλάκις ἐπέσεισα; τὸ γὰρ δεδιέναι φρουρὰν αὐτοῖς 63 64 65 66 οὐ παροπτέαν ἐπιστήσειν ἐδόκουν ὁ μάταιος καὶ τοῖς ἁπαλοῖς ἐξαπορήσας λόγοις τοῖς δριμυτέροις ἐπιστύφειν διενοούμην ἃ δράσειν ἤμελλον, ταῦτα πρὸ τῶν ἔργων ἐπαπειλούμενος.
τῆς χειρὸς τὴν γνώμην καὶ τῶν Ἀσκληπιάδων μιμοῦ- μαι τοὺς σοφωτέρους οἳ πρὸς τοὺς καυτῆρας καὶ τὴν τομὴν ἀφορῶσιν, ἐπειδὰν εἰς οὐδὲν αὐτοῖς τὰ φάρμακα τελευτήσῃ. τοῦτο τέλος τοῖς μὲν τοῦ δόλου καὶ τῆς μιαρᾶς ἀπάτης ἐκείνης, ἡμῖν δὲ τῆς ἐκεῖθεν ἀδοξίας,
οὐ γὰρ δήπου καὶ τῆς ἀτυχίας ἔχω λέγειν.
κλίνειν πρὸς ἑτέρους παρ’ οὓς οἱ πατέρες αὐτῶν ἠγά- γοντο, ἐπετείχισα τὴν ὑποψίαν τοῖς γένεσι. τίς γὰρ ἂν εὐνὴν ἑτέρου κακῶς ὑποκλέπτειν ἔτι τολμήσειεν οὕτω μέχρι καὶ σήματος ὁρῶν τὸν μοιχὸν κολαζόμενον;
μετὰ τῶν δεινῶν ἐπιρρεῖ μοι τὰ δάκρυα. δεῖ γάρ με δυστυχῆ τινα τοῦτον ἀγῶνα δραμεῖν καὶ τοῖς αὐτὸν αὑτοῦ κακοῖς, ὡς ἔοικε, πολλή τις ἀνάγκη σώζεσθαι.
μὲν ἐπιστομίζειν πειρᾶσθαι τουτονὶ τὸν καὶ τῆς τύχης βαρύτερον, νῦν δ’, ὡς οἷόν τε, πρὸς τὴν τοῦ πάθους ἀπομάχεσθαι μνήμην αὐτῆς μου τῆς ψυχῆς μέσης καθικνουμένην καὶ ὅλας δακρύων πηγὰς ἐκ τῶν ὀφθαλ- μῶν ὀχετηγοῦσαν, ὡς καὶ τὸν νοῦν καταβαπτίζειν καὶ
καθ’ ὁδὸν οὐκ ἐᾶν προβαίνειν τοὺς λόγους.
κὸς ἀπάτην ἐπετεχνάσατο, τοὺς δὲ πολλάκις, εἰ τύχοι, 71 72 καὶ προσεπιχαράξας τῷ πίνακι τὸ πάθος ἐσήμηνε. δῶρα πολλὰ τὰ μὲν παραυτίκα προὔτεινε, τὰ δὲ μετ’ οὐ μακρὸν ὑπισχνεῖται. ἐπὶ δὴ τούτοις ἡ κόρη προσίεται τοὺς λόγους, τὰ δῶρα, τὰς ἀγγελίας, τὰ γράμματα καὶ πρὸς ὅπερ ἐκεῖνος ὁ γεγραφὼς ἐθέλει κατένευσεν.
ἔπειτα δέχεται τὴν ὑπόσχεσιν, ἐκεῖνος λαμβάνει τὸ ξύνθημα, καὶ πέρας ἔχει τὸ τόλμημα.
τετέλεσται καὶ τῶν ὅσα γυναικὸς παραγομένης οὐδὲν ἐνεδέησεν, ἀλλ’ ὁ μὲν ἀγγελίας καὶ δώρων ὑποσχέσεις προὔπεμπε καὶ ἦσαν οἱ ταῦτα· φέροντες, ἡ δ’ ἡδέως ἐδέχετο. καὶ τὸ δὴ μεῖζον καὶ τελευταῖον, ὧς ἐπὶ τοι-
ούτοις ξυνῄεσαν ἄμφω καὶ τέλος εἶχεν ἡ σκηνὴ καὶ τὸ δρᾶμα, ὁ μὲν τὸ τοῦ μοιχοῦ περικείμενος προσω- πεῖον ἐλάνθανεν, ἡ δ’ ὧς ἀλλοτρίῳ περιεπλέκετο καὶ τοὖργον ἦν ὧς οὐκ ἐν εἰδόσι γιγνόμενον. ὅπου δὲ ταῦτα πάντα ξυνεληλύθεσαν, πρὸς Δῖός, πῶς οὐ μοι-
χεία τὸ σκαιωρούμενον;
τοῖς νόμοις ὑπεύθυνον καὶ τὰ τῆς γνώμης ἀνιχνεύειν προὔργου τοῖς δικασταῖς, τό γε μή τινα τῶν ἀλλοτρίων εἶναι τὸν ἐξαπατῶντα οὐκ οἶμαι τοῦ μεμοιχεῦσθαι ταύτην δοκεῖν ἐξελέσθαι, ὅτι μηδὲ τὸν ὧς ἀποκτενοῦν- ἀποκτενοῦντα τὸ βέλος ἐπιρρίψαντα μέν, οὐκ εὐτυχήσαντα δὲ τὴν
βολὴν τοῦ δοκεῖν ἀνδροφόνον τὸ μὴ τὰ καίρια τυχεῖν ἀπολύσεται οὐδὲ τὸν νυκτὸς ἐπιθέμενον μὲν ὡς ὑφαι- ρησόμενον, φωραθέντα δὲ πρότερον τοῦτ’ αὐτὸ τὸ μὴ λαβεῖν ὧς ἀνέγκλητον ἐξαιρήσεται.
τὴν μοιχείαν ἐπέγραφε καὶ τοσαύτας εἶχε προῖκας ὁπόσα τὸν νοῦν ἐκείνη πρὸς ἑτέρους ἀπέκλινε. καί μοι τίς ἂν καὶ τολμήσαι φθέγξασθαι μὴ μοιχὸν εἷναι τὸν 75 τὰ τοιαῦτα πειρώμενον; αὐτὸς ἐκεῖνος | οἷς τὴν ἐμὴν παῖδα τὰ τῶν μοιχευομένων κατέκρινε, τούτοις
ἑαυτὸν ἐν τοῖς αὐτοῖς ἐνεχόμενον προδήλως ἀπέφαι- 76 77 νεν. οὐ γὰρ ἂν ἐκείνην μὲν ἀποκλείεσθαι δίκαιον τὴν παθοῦσαν, τὴν ἠπατημένην, τὴν τὰ μείζω πάν- των ἐξυβρισμένην, τὸν δ’ οὕτω παρακρουσάμενον καὶ τὴν ὅλην ἐπεσκευακότα ὕβριν ἀζήμιον εἶναι καὶ παντάπασι πρόδηλον καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καί,
τὸ δὴ μεῖζον, προσαποκερδαίνειν τῆς ὕβρεως.
ὑποσταίη γραφὴν μὴ προυφεστῶτος τοῦ τὴν εὐνὴν ὑποκλέψαντος.
τὸ πικρὸν καὶ θεοῖς ἀποτρόπαιον καὶ ταῦτα παρὸν κεκτῆσθαι μετ’ εὐδοξίας καὶ προσαπολαύειν μετὰ καὶ τῆς γυναικὸς βέλτιον, εἰ σωφρονεῖν ἐκεῖνος ἠπίστατο;
καὶ πολλῷ καινότερον ἐφεῦρε πονήρευμα, τί μὴ δι- 78 79 καιότατα πέπτωκεν, ὦ σὺ καὶ ὑπὲρ τὸ δέον φιλάνθρω- πε; εἰ δ’ ἐχρῆν τοιαύτην πονηρίαν ἐκκόψαι τῆς πόλεως, αὐτὸς ἐγὼ πρὸς ἐκείνου τηλικαῦτα περιύβρισμαι, αὐτὸς ἐγὼ τὸ λοιπὸν καὶ καλῶς ἠμυνάμην καὶ κακῶς ὑπ’
ἐκείνου παθὼν οὐ κακῶς ἐπήνεγκα καὶ τὴν δίκην καὶ ἄμφω τῆς ἐκ τοῦ ζῆν ἀδοξίας ἔπαυσα, καὶ τοῦτο τὸ 80 μέρος ἐκεῖνοι καὶ πεσόντες | παρ’ ἡμῶν εὐηργέ- τηνται. τί γὰρ ἂν τοῦ κακῶς καὶ μετ’ αἰσχύνης βιῶ- ναι λέγειν ἔχοι τις αἴσχιον;
γενναῖον ἐτύγχανον ἔχοντες καὶ λογισμὸν ἐκ μεταμε- λείας ἀνελάμβανον σώφρονα, οὐκ ἂν ἑαυτοὺς αὐτοὶ τοῦθ’ ὅπερ ἡμεῖς πάλαι προὔλαβον δράσαντες, ἐξό- ἐξότεπερ πανταχῆ τὸ κακὸν διακεκωδώνιστο καὶ τὰ κάλ- λιστα τῶν ὀνομάτων εἰς τὰ πάντων αἰσχίω μετέβαλον
ἀντὶ μὲν νυμφίου μοιχός, ἀντὶ δὲ γυναικὸς ἐννόμου καὶ σώφρονος ἀκόλαστος καὶ τῆς εὐνῆς προδότις ἀπο- καλούμενοι;
ἀνάγκης πίπτουσι μετὰ τὴν ὕβριν αὐτόχειρες καὶ τὸ τῇ γνώμῃ σωφρονεῖν ἐπιβεβαιοῦσι, κἂν τὸ σῶμα ἡ τύχη ἐξεβιάσατο. τί γὰρ τοῦ μοιχὸν εἶναι δοκεῖ σχε- 81 82 83 84 τλιώτερον; τί δὲ γυναικὶ σωφρονούσῃ τοῦ τὴν τἀνδρὸς καταισχύνειν εὐνὴν οὐ κουφότερον;
ἁρπάζομεν. ὑπὲρ τίνων καὶ πόλεις ἔχομεν καὶ νόμους ταττόμεθα καὶ ὅπλα φέρομεν καὶ βουλὰς ἀθροίζομεν καὶ πρὸς βῆμα φθεγγόμεθα, τοὺς δὲ τυραννεῖν ἐλο- μένους καὶ τὰς ἀκροπόλεις περισκοποῦντας οὐ τούτου γε ἕνεκα καὶ μισοῦμεν καὶ κολάζομεν καὶ πᾶν ὅ τι
καὶ δεινὸν μικρὸν καὶ | οὐδὲν ὧς ἐπὶ τυραννίδι 85 νομίζομεν;
εἰ παρά του τῶν πολεμίων ἀδοξεῖν ἠναγκάζοντο. ἐκεῖ γὰρ μόνης τῆς βίας ἂν ἐδόκει τὸ κακόν, ἐνταῦθα δὲ πρὸς τὴν γνώμην ἡ φαυλότης ὁρᾷ. τὸ δ’ ἑκόντας ἐξαμαρτεῖν οὔτε τινὰ παρὰ τοῖς νόμοις ἀποφέρεται συγγνώμην καὶ τὸ παντελῶς ἀδοξεῖν προσεφέλκεται.
γορος ξυνῆκέ τι σοφώτερον, ἐγὼ μὲν ξυγγνωστὸς ἂν εἴην ὡς ἐς τοσοῦτον κακοῦ μέγεθος ἀξίαν καὶ τὴν το- μὴν ἐφευράμενος καὶ τοῦτο μόνον τὸ τὴν ἐπιπονωτέ- ραν ἴσως τραπέσθαι κακίζεσθαι δίκαιος καὶ ἅμα ἂνθρω- πος τὸ πολὺ τοῦ φρονεῖν, μᾶλλον δὲ τὸ πᾶν ἀφῃρη-
μένος οἶς ὁ θυμὸς μετὰ βαρείας οὕτω τοι τῆς ἀθυ- μίας πολὺς κατὰ καρδίαν ἐπιχυθεὶς ὅλον μοι τὸν νοῦν συνεθόλωσεν· ὁ δ’ οἷς οὐ πρὸς ξυμβουλὴν τοῦτό μοι τὸ σοφὸν φέρων κατέθηκε πρότερον, εὐλόγως ἄν, οἶ- μαι, νομίζοιτο τῶν ἁπάντων ἀνδρῶν ὁ σκαιότατος καὶ
τοῖς τῶν πολιτῶν ἐλλοχῶν κακοῖς καὶ τοῦτο τῆς ἐκ- κλησίας καρπούμενος.
μᾶλλον μὲν οὖν οὐκ ἔσθ’ ὅπως μὴ καὶ τὸ τῆς φήμης 88 πτερὸν ταχὺ φερόμενον τὴν ὕβριν | ἁπανταχῆ διεσύριττε καὶ ζώντων ἂν τὰ τῆς αἰσχύνης συνέζη τε πάντως καὶ συνηύξετο.
αἱροῦσιν. ἀλλ’ ἡ μὲν φήμη οὕτω πικρά τις καὶ πάνδημος καὶ οὐκ ἴσθ’ ὅποι οὐ φέρεται, ὁ δὲ πατὴρ οὐ λογίζεται τὴν ὕβριν, τὸ δ’ ἄλλο γέ- νος οὐχ ὑφορᾶται τὴν ἀδοξίαν οἱ δὲ σεμνοὶ καὶ νομοφυλακοῦντες οὗτοι κάθηνται ὥσπερ
γεγηθότες ἐφ’ οἷς ἡ πόλις αἰσχύνεται καὶ οὔτε τῶν νόμων παραβαινομένων ὑπεραλγοῦσιν οὔτ’ αὖ ·τῶν ὅρκων φόβος οὐδεὶς αὐτοὺς ὕπεισιν, οἶς ἔμπεδα τὰ τῶν νόμων τηρεῖν ἐπωμόσαντο.
λόγος οὐδείς. ὁ τῶν ὅλων πατὴρ Ζεύς, τὸ ἐπὶ τούτοις, ἠτίμωται, ὁ δὲ πατὴρ οὐκ ἀλγεῖ. Ἤρας γαμηλίου θεσμὸς ἠδίκηται, τοῖς δ’ ἐπὶ τοῦτο τεταγμένοις τοῦ πράγματος ὅλως οὐκ ἐμέλησεν. ἡ πόλις ὅλη μετὰ καὶ τῆς δίκης αὐτῆς ἀδοξεῖ,
τῶν δὲ δικαστῶν οὐκ ἔστιν ὃς οὐκ ἀποσιωπᾷ.
τοὺς οὐδ’ ἂν τῶν πάνυ φιλαιτίων ἔχοι τις αἰτιᾶσθαι, ἀλλ’ ἔστι πολὺς οὗτος ὁ λόγος παρὰ τοῖς ξένοις, παρὰ τοῖς αὐτόχθοσιν, ἐπὶ θεάτρων, ἐπ’ ἀγορᾶς, ἐπ’ ἐκκλη- σίας, ὡς οὐκ ἦν ἄρα ἐπὶ μακρὸν λήσεσθαι τοὺς ἐπὶ τοιαύτης ὑβρίζοντας πόλεως οὐδὲ πρὸς δημοκρατίας 94 οὕτω | σεμνῆς περιόψεσθαι τὸ δεινὸν ὑφέρπον
τε καὶ λωβώμενον, ἀλλ’ ὁ συζευξάμενος τὸν γάμον πατὴρ καὶ τὰ πατρὸς ἐτήρησε καὶ ὁμόγνιον Δία καὶ Ἤραν συζυγίαν ἐτίμησε πρότερον καὶ νῦν οὗτος τ·ούς τε τοῦ γένους τήν τε πόλιν ἀδοξίας οὐ τῆς τυχούσης
ἐξείλετο καὶ γάμων ὕβριν ἐξέκοψε καὶ οὔτε τῆς παιδὸς ὑπεισῆλθέ τις οἶκτος αὐτὸν οὔθ’ ὅσα ἐφ’ οἷς ἔτρεφεν ἐκείνην ἀνάλωσεν ἐπῆλθε τῷ λογισμῷ οὔθ’ ὧς οὐδὲν πατέρων ὀφθαλμοῖς γλύκιον τοῦ παῖδας ὁρᾶν ἔχειν ἐσκέψατο, ἀλλ’ ὑπερεῖδε πατρικῶν σπλάγχνων ἀνάγκην,
ὑπερεῖδε τοὺς ἐπὶ παιδοτροφίᾳ πόνους, οὐκ ἐλογίσατο τὴν περὶ τοὺς γάμους δαπάνην, οὐκ ἐσκέψατο τοὺς μετέπειτα παῖδας οὓς εἶχεν ἄν, εἰ μὴ τὴν κόρην ἐφ’ οἷς εἷλε μετεπορεύσατο, ἀλλ’ ἐπὶ τοὺς νόμους ἔβλεψεν, 95 96 97 ἐπὶ τὴν πόλιν ὅλους ἀφῆκε τοὺς λογισμούς.
δικαστῶν καὶ βήματος ἐπὶ τούτοις ἠνέσχετο, ἀλλ’ ἐξ ἧς οἰκίας, ἀφ’ οὗ γένους τὸ κακὸν ἀνεφύη, παρ’ αὐ- τῶν ἐκείνων ἔκρινε δεῖν ἐκκεκόφθαι.
ὅπως τοὺς τηλικαῦτα ἐξαμαρτάνοντας ὁ νομοθέτης ἐκό- λασεν. εἶδε κἀκεῖνος τὸ πολὺ τοῦ κακουργήματος καὶ παραυτίκα ἐπὶ τὴν σφαγὴν ὥρμησε καὶ τὸ ξίφος ἐπέ- σεισε. τίνος οὖν ἂν εἴη λόγου, ποίας δὲ δίκης παρ’ ὑμῖν εὐθυνόμενον ἑστάναι τὸν ἅπερ ἂν καὶ ὑμεῖς ἐρ-
γάσασθαι | οὐκ ἂν ἀποκνήσαντα; ἢ μὴ ξίφους ὁ 98 νομοθέτης τουτὶ τὸ δεινὸν ἐτιμήσατο; ἐπέξιθί μοι τὸ γράμμα καὶ τοῦ βήματος ἀποστήσομαι.
δὲ ὑπὸ τῶν νόμων ἀφῄρησαι, μὴ σύ γε μάτην γίνου 99 100 κατήγορος. ἡ γὰρ οὐκ αἰσχύνῃ, πρὸς τῆς Δίκης αὐτῆς, οὕτω γραφόμενος ἄτοπα πατέρα ἄνθρωπον καὶ τοῦτον, ὧς οἶμαι καὶ πάντες ἴστε, τῶν μετριωτέρων τοὺς τρό- πους καὶ λήματος καὶ ὀργῆς ἀνθρωπικώτερον ἔχοντα
καὶ μὴ κατὰ τοὺς τῶν θηρῶν ἀγρίους ἐπιπηδῶντα.
δοκεῖς μ’ ἂν ἐθελῆσαι κτείνειν δίκης ἄνευ καὶ νόμων; ἀλλὰ τί μὴ τοὺς τῆς αὐτῆς φύσεως ἀφείς, οὓς ἄν τις καὶ ἄκων οἰκτίσαι ἀνθρώπους γε ὄντας ἄνθρωπος, ἀπὸ τῶν φαυλοτέρων ποιοῦμαι τοὺς λόγους;
οὗτοί ποτε τοῦ τῶν φυτῶν στοίχου μὴ ὅτι δένδρον 101 ὅλον, ἀλλ’ οὐδὲ κλάδον ἐκκόπτουσιν | ἀλόγως, εἰ μὴ πρότερον αὐτοῦ καταγνοῖεν τὸ ἄκαρπον. καὶ οὐ τὴν αὐτὴν περὶ μόνα ταῦτα γνώμην ἔχουσιν, ἀλλ’ 102 103 104 οὐδὲ πόαν τινά, τοῦ κηπεύματος τὸ φαυλότατον, οὐχ ὑπούσης αἰτίας ἀπέσπασαν.
αὐτῶν οὐκ ὀλίγοι πεπτώκασιν ἔννομα; ξίφος ἐνταῦθα κἀκεῖ πάντως καὶ τοὖργον ἓν καὶ ἡ χεὶρ ἐπίσης ἐξώ- πλισται. καὶ τόν γε τῶν πεπτωκότων τρόπον ἔνεστιν ἰδεῖν οὐκ ἀνόμοιον. μοιχοὶ καὶ κακοῦργοι καὶ παρ’ ἐκείνοις.
τῆς ἐμῆς οἰκίας, ἐκ τοῦ αὐτοῦ μοι γένους, ὦ θεοὶ ἐφέστιοι, καὶ τοιοῦτον μύσος ὑμεῖς ἐπ’ οἴκου τελού- μενον ἰδεῖν ἠνέσχεσθε τάχα που καὶ παρὰ τὴν ὑμε- τέραν ἑστίαν ἐκμελετώμενον. εἰ δὲ πάντα παρ’ ἀμφο- τέροις ταὐτὰ καὶ τοῦ πεσεῖν ἄξιοι, δῆλον ὅτι καὶ παρ’
ἀμφοῖν τὸ μὴ κακίζεσθαι λείπεται.
ἀξίως ἀπεκτονέναι τὸ καὶ φόνον εἶναι δοκεῖν ἀφαιρεῖ- 105 106 τᾶι. οὐκ ἀφαιρεῖται τὸ φόνον εἶναι τὸ πρᾶγμα ἄλλο τι ἢ ὅτι δικαίως ἠγώνισμαι.
στῆν, ἀλλὰ μοιχόν, ἀλλ’, εἰ οἶόν τ’ ἦν, καὶ πολλάκις 107 ἀπολέσθαι δίκαιον. | οἷς μὲν γὰρ ἠδίκει πεπτω- κὼς οὐκ ἠδίκηται, οἷς δ’ ἀξίαν ἐδέχετο τὴν πληγὴν οὐδ’ ἡ πόλις προσεζημίωται.
καὶ σέσηπε καὶ τὸν φυτηκόμον ὁπόσους ἂν φωράσειε τῶν κλάδων ἀποθνήσκοντας καὶ τοὺς πατέρας οὐδὲν ἧττον τοῦ γένους ἐκκαθαίρειν τὸ ἄκοσμον οὐ μᾶλλον ὑπὲρ αὑτῶν τοῦτο μηχανωμένους ἤπερ τῆς πόλεως ἢ τούτους ἐθρέψατο. τὸ γὰρ ἄνδρα πονηρὸν ἐξελέσθαι
πόλεως ἴσον τῷ καὶ μέλος διεφθορὸς σώματος ἐκ- ἐκτεμεῖν.
τοῦτο δὲ γραφῆς τιμῶνται καὶ δίκης. ἐγὼ δ’ εἰ μὲν ᾔδειν ἕτερόν τι τὸν δῆμον περὶ τῶν ἐμῶν βουλευσό- 108 109 μένον, ἀλλ’ οὐ τοῦθ’ ὅπερ αὐτῷ μοι νενόμιστο δί- καίον, τάχ’ ἂν ἔκρινα δεῖν ἐπὶ δικασταῖς ποιεῖσθαι τὰς ψήφους καὶ ὡς ἐκείνοις δοκοῦν, ἐπὶ τοὺς παῖδας ἁμαρτόντας φέρεσθαι· ἐπεὶ δὲ ταῦτα ἅπερ ἐγὼ ψη- φιεῖσθαι καὶ πέρα τούτων οὐδὲν ἤμελλον, οὔ μοι δι-
καίως τοῦ σοῦ τούτου βουλεύματος προσεδέησεν. έν οἷς γὰρ ὅ τι καὶ δεῖ πράττειν οὐκ ἔγνωσται, ταῦτα καὶ κοινοῦσθαι τῷ δήμῳ ξυμφέρον, ὧς ἔνθα τὸ πρα- κτέον δῆλον, μὴ καὶ περιττὸν ἐκκλησίας προσδεῖσθαι.
τὸ τοῖς νόμοις περὶ τούτου δοκοῦν, κατ’ ἐψηφισάμην μετὰ καὶ τοῦ νόμου θάνατον, ἐπεκύρωσα τοῦτο τὸ ψήφισμα καὶ τὸ ἐντεῦθεν, ὡς ὁ νόμος οἶδεν, ἐπράτ- τετο. ἐπὶ τούτοις ἐξηπιστάμην ἐμαυτὸν τὸν πατέρα τῶν ἁμαρτόντων, τοὺς δὲ νόμους πάντα τῷ πατρὶ περὶ
τοὺς παῖδας ἐφιέντας. οὐ γάρ ἐστιν ὅπου καὶ νομοθέ- της τὴν γνώμην πεφόβηται, μή τι καὶ δεινὸν παρ- απολαύσωσι τῆς τοῦ πατρὸς αὐτονομίας οἱ παῖδες, | 110 εἰ μὴ πρότερον ἐκεῖνοι μονονοὺ τὸ ξίφος ἐπὶ σφᾶς αὐτοὺς ὠθήσουσιν.
δᾴς οὐ βάρβαρος τὰ πρῶτα προσηνῶς τε εἶχον καὶ πᾶν ὁτιοῦν τοῦ καλῶς ἐκείνους βιῶναι δεύτερον ἐτίθε- το παρ’ ἡμῖν. ἐπεὶ δ’ ἐκεῖνοί με τῶν ἐλπίδων ἐψεύ- σαντο, κἀγὼ τοῦ στέργειν ἐκείνους ἐξέπεσον. τοσοῦτο 111 δέ μοι τὸ τῷ δήμῳ περὶ τῶν ἐμῶν δοκοῦν ἐνέδει μαθεῖν βούλεσθαι ὡς μηδ’ εἰς νοῦν λαβεῖν ὅλως ὧς ἔσται τις ὡς μὲν ἀναιδείας γέμων, ὡς δ’ ἐπὶ κενοῖς φιλόμαχος ἄνθρωπος ὧς οὐ μόνον οὐκ οἰκτείρειν ὧν
ἐπεπόνθειμεν δράσαντες, τὸ γὰρ ἐπὶ τῶν παίδων τι δρᾶν ἴσον ἐστὶ καὶ πάσχειν, ἀλλὰ καὶ διασύρειν τολ- μᾶν ἐπὶ βήματος καὶ ταῦτα προσαφαιρεῖσθαι τοὺς πα- τέρας ἃ καὶ φύσις καὶ νόμος δίδωσιν.
καὶ μοιχῶν ἐκείνων κατεψηφίσατο, ἀλλ’ ὧς ἐπὶ κακῷ τῶν προσόντων σοι χρημάτων σκευωρου- μένους ἐκόλασεν ἂν μετριώτερα. ἀλλ’ εἰ καὶ τὰ μοιχῶν ἐκακούργουν, πῶς ἂν μὴ καὶ τὰ τῶν μοιχῶν ὁ δῆμος εἶχεν ἐπιψηφίσασθαι; τὸ γὰρ ὅτι μοιχοὶ πά-
λᾶι τε πρὸς ἡμῶν ἀποδέδεικται καὶ πρὸ ἡμῶν αὐτοῖς ἔργοις τοῦτο δὴ τοὔνομα κληρωσάμενοι φαίνονται.
πλειόνων, ὦ παῖ, καὶ κλήρου μείζονος, ὁ πατὴρ 112 113 114 115 ἐγώ σοι τὰ δυνατὰ προσεπιδαψιλεύσομαι καὶ τὸ περιττὸν τοῦ πόθου προσαναπληρώσω. μό- νον ἐξ ἑκόντων αἴτει καὶ λάμβανε καὶ παῦσαι τὸ γένος αἰσχύνουσα. ἀναλόγισαι τὸ τῆς φήμης | αἰσχρόν. εἰ δ’ οὖν, ἀλλ’ ἐμὲ τὸν πατέρα 116 καταίδεσαι, εἰ δ’ οὐκ ἐμέ, τούς γε νόμους
φοβήθητι. ἐγώ σοι πατήρ, τὰ δὲ τοῦ πατρὸς ὑμῶν τῶν παίδων κειμήλια. μικρὸν ἔτι μοι τὸ βιώσιμον ὑπολείπεται καὶ τετελευτηκότος κερ- δανεῖς ὑπὸ νόμοις ἃ νῦν βιάζῃ προαφαιρεῖν
ὧς αἴσχιστα.
νῶς ἔχω θρηνήσας ἐμαυτὸν τῆς συμφορᾶς, ἱκανῶς ἔχω τοῦ πάθους ἀποκλαυσάμενος. μὴ γίνου πατρὸς πρὸς τοὺς παῖδας φιλοστοργότερος. μὴ φαίνου καὶ νόμων φιλανθρωπότερος. ἴα πεσεῖν οὓς ὁ πατὴρ μετὰ καὶ τῶν νόμων οὐκ ᾤκτειρεν. εἴ σοι τὰ τῶν παίδων οἰ-
κτρά, πολὺ χείρω τὰ τοῦ πατρὸς λόγισαι. οἱ μὲν γὰρ μετὰ τῆς ψυχῆς καὶ τὴν αἴσθησιν προσαφῄρηνται, ἐγὼ δ’ ὁ δείλαιος νῦν μὲν πονηροὺς τοὺς παῖδας ἀνακα- λοῦμαι, νῦν δ’ ἐμαυτὸν ἀπάντων πατέρων ἐπὶ τῇ 117 118 119 120 γονῇ ἀτυχέστατον ἀποκλαίομαι.
ἐλπίδος φαιδρὰ παῖδας ἑτέρους ἀπὸ τῆς παιδὸς ὄψε- σθαι καὶ πάππος μετὰ καὶ τοῦ πατὴρ ἀκοῦσαι, καὶ πάντα τἄλλα τὰ τῆς τύχης λαμπρά. ἀλλ’ ἀντέπνευσέ τις δαίμων βάσκανος, ἴνα μὴ λέγω τοὺς παῖδας, καὶ τὰ μὲν προσόντα ἀπόλωλε, τὰ δ’ ἐλπιζόμενα προσαπ-
ὄλωλε καὶ νῦν μὲν ἐπ’ οὐ καλοῖς ἑάλωσαν καὶ πεπτώ- κασιν, ἐγὼ δ’, ὡς μὴ ὤφελον, περιλέλειμμαι μόνος μετὰ τῆς τύχης ἔρημος παίδων, ἐκκεκομμένος τἀς ἐλ- πίδας, περιῃρημένος τὰ φίλτατα.
νῆν, ὁπότε παστάδα ἐκόσμουν καὶ πῦρ πρὸ τῆς παιδὸς 121 ὑπανεῖχον | γαμήλιον. τότε πατὴρ ἐκαλούμην ἐγὼ καὶ θυγάτηρ ἐκείνη καὶ τρόπον ἕτερον παῖς ὁ νυμφίος. ἀλλ’ οὔτε παῖδες ἐκεῖνοι μετὰ τὸν γάμον τὸν δυστυχῆ, τὸν ἐπάρατον οὔτ’ ἐγὼ πατὴρ ἔτι καλοῦμαι. ἐκεῖνον
τὸν γάμον Τελχῖνες ἐζεύξαντο, ἐκείνην τὴν παστάδα Ἐριννύες ἐπήξαντο. τάφος ἦν ὁ γάμος ἐκεῖνος καὶ Πυριφλεγέθων αἱ δᾷδες καὶ Κωκυτὸς ὁ ὑμέναιος.
τῶν κακῶν ἀφαιρεῖται τὴν λήθην; ἂν ἴδω τὸν θάλα- μον ἐν ᾧ τοὺς γάμους ἐκείνοις εἰστίων, εὐθὺς μέγα τι ἀνῴμωξα. ἂν ὄψομαι τὴν παστάδα, τὰ τῆς ὑστέρας τύχης λογίζομαι καὶ τὸ βαρὺ τοῦ πάθους οὐ φέρω. ἂν δὲ καὶ τοῦ ξίφους ἀναμνησθῶ, τότε δή, τότε καὶ
ταῖς χερσὶν ἐπαρῶμαι ταύταις, ὅτι μὴ κἀμὲ τρίτον προσέθηκαν, ἵν’ εἶχον τὸ μηκέτ’ ἀλγεῖν αἰσθανόμενος καὶ σοὶ κόρος ἄν τις τῶν ἡμετέρων κακῶν προσ- εγένετο.
βερόν, εἰ μὴ καὶ μᾶλλον εὐκταῖον τῶν προσόντων κα- κῶν ἀπαλλάξον. κἄν τις ἀποκτείνῃ βαλών, χάριν ἕξω βαλλόμενος. μόνον τὸ μὴ δικαίως ἐπὶ τοὐμοῦ γρα- φέσθω σήματος. τὸ δ’ ὅτι καὶ ὧς ἐπ᾿ αὐτοφώρῳ τοὺς ἐμοὺς ἀνῄρουν, τοῦτο δ’ οὐκ ἐμοὶ μᾶλλον ἢ τοῖς παισὶ
125 126 127 128 καὶ τῷ λοιπῷ γένει χαρίσασθε. οὐ βούλομαι δυστυχὴς 129 εἶναι δικαίως οὐδ’ ἀφ’ ὧν ἐκεῖνοι δικαίως | πεπτώ- κασιν, αὐτὸς ἀδικώτατα κείσεσθαι.
μὴ καὶ τοῖς νόμοις αὐτοῖς προσκρούσητε ψηφιζόμενοι καὶ γράφοντες ἃ μὴ δίδωσι νόμος. εἰ δὲ καὶ πατέρες ἐστὲ καὶ παῖδας ὡραίας γάμων ἔχετε, εὐξαίμην ἂν ὑμᾶς ἔγωγε μὴ πρὸς τοῦτο τύχης ἐλθεῖν μηδὲ νυμφίον δυστυχῆσαι τοιοῦτον ἐπ’ αἰσχύνῃ τοῦ γένους.
Declamatio 40. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.