κινεῖς. κατέγνωκας γὰρ τῆς γυναικός τινα ἀκρασίαν; σὺ δέ, 0) πάτερ, κατέγνωκάς τινα τοῦ παιδὸς μοχθη- ρίαν; ἀλλ’ ὅμως τὸ μέλλον ὑφορώμενος νομοθετεῖς. ἀνεπίφθονον δὴ κἀμὲ τὸ μέλλον ἀξιῶσαι μείζονός τε καὶ ἀπονωτέρας φροντίδος, ἐπεὶ νῦν γε ἡ γυνὴ μάλα
ἐπίπονον τοῖς φυλάττουσιν ἔχει. τιμᾷ γὰρ αὕτη νῦν μὲν ἐμέ, νῦν δὲ τοῦτον. οὐ γὰρ ὁμοῦ τὰς ἐξόδους, ὦ ἄνδρες δικασταί, ποιούμεθα. ἀλλὰ σοφόν τι τοῦτο πρὸς τὴν γυναῖκα εὕρηκεν ὁ πατήρ. ἀγοράζει μὲν αὐτὸς οἴκοι μένοντος ἐμοῦ, διατρίβει δὲ οἴκοι περιπατοῦντος 1 ἐπ’ ἀγορᾶς ἐμοῦ, ὥστ’ ἢ ἐμοὶ σύνεστι τὸ γύναιον ἢ τούτῳ, κἂν ὁ γεγαμηκὼς ἀπῇ, τὸν κηδεστὴν ἀντὶ τοῦ γεγαμηκότος ἔχει φύλακα.
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.