πρός με ἐθαύμασας μηδὲ τὴν ὥραν ἐπῄνεσας μηδὲ γα- μεῖν ἠνάγκασας, ἀφείμην ἂν τῶν νυνὶ τούτων φρον- τίδων καὶ φόβων. νῦν δὲ γάμος καὶ δέος νομοθέτην με πεποίηκεν. ἢ πόθεν οἴει τὰς πολλὰς ταυτασὶ τολ- μᾶσθαι μοιχείας; οὐκ ἀπὸ τοῦ τοῖς μοιχοῖς ἐκ τῶν
κρίσεων διαδύσεις ὑπάρχειν; δεῖ δή ποτε τοῦτο τὸ κακὸν ὡς ἐλάχιστον γενέσθαι, δεῖ τοῦδε τοῦ νόμου βοηθήσοντος μὲν τοῖς γεγαμηκόσιν, ἐπισχήσοντος δὲ τὴν ἀφόρητον ταύτην ὕβριν.
κασταί, μέγιστον οἱ τὴν πόλιν οἰκοῦντες. ἢν γὰρ ἀκρι- βεστέρα γένηται περὶ τὰς γυναῖκας ἡ πρόνοια, καὶ τοῖς ἡδέως κακῶς λέγουσι τουτοισὶ κλείσομεν τὰ στό- ματα. ὧς νῦν γε ἐμπιπλᾶσι τὴν ἀγορὰν τοιούτων λό- γῶν· ὁ δεῖνα τὴν τοῦ δεῖνος. κἂν ἀπιστῇ τις, ὅρκος
εὐθέως. ὁ δὲ ἀκούσας ἀντὶ τοῦ τὸν εἰπόντα ἐπισχεῖν 1 2 ἑτέρῳ γίνεται διδάσκαλος καὶ προιὸν εἰς φήμην τὸ πρᾶγμα καθίσταται.
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.