ἡμῖν εἰς τὴν οἰκίαν εἰσήγαγεν· ὁ δὲ πολλὰ δὴ πολλα- χοῦ βλάπτων τοὺς νεωτέρους ὄκνος πολύν τινά μοι χρόνον ἐν τῷ μέλλειν κατανάλωσεν. ὡς δὲ εἶδον τὸν πατέρα τῷ νόμῳ τοὺς μὲν δικαστὰς ἀκύρους τῶν παί- δῶν πεποιηκότα, τοῖς γονεῦσι δὲ τὴν ἐκείνων ἐπιτρἐ-
ποντα σφαγήν, οὕτως ἤδη καὶ αὐτὸς παρεκλήθην εἰς μέσον ἐνεγκεῖν ἃ πάλαι βουλόμενος ἀνεβαλλόμην. ὅν 1 γὰρ καὶ μηδενὸς τοιούτου προεισενηνεγμένου νόμου δικαίως ἂν ὑπὲρ σωφροσύνης ἔθεσθε, τοῦτον ἡγούμην ὑμᾶς ἑτοιμότερον προσήσεσθαι διδόντα τοῖς γεγαμη- κόσι κατὰ τῶν μοιχῶν ἃ τοῖς γονεῦσι κατὰ τῶν παί- δων δεδώκατε.
ἤδη πρεσβυτέρους ἐωράκειτε τὰ τῶν νέων ἀμαρτάνον- τας, πολλοὺς δὲ νεωτέρους πολλῶν ἄμεινον πρεσβυτέ- ρων εὑρηκότας τὸ δέον, καλῶς ἂν ἐποιεῖσθε τὸν χρό- νον κριτήν· ἐπεὶ δὲ αἰ φύσεις ἰσχυρότεραι τοῦ τῶν ἐτῶν ἀριθμοῦ, τί θαυμαστὸν εἰ καὶ πατὴρ ἐκφέρεται
2 3 τοῦ προσήκοντος καὶ παῖς λέγει τι βέλτιον;
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.