βεβαιωθέντα χρόνῳ πάντα ὕθλον ἀπέφηνας καὶ πε- ποίηκας τῶν παίδων τοὺς πατέρας σφαγέας. οὐδεὶς ἐναντιοῦταί σου τῷ νόμῳ. κρατείτω μετὰ τῶν ἄλλων τῶν φονικῶν ἢ, εἰ βούλει γε, καὶ πρὸ ἐκείνων ἐπαι- νείσθω. τοῦτ’ αὐτὸ μέντοι πεποίηκεν ὁδὸν τῷ κατὰ
τῶν μοιχῶν νόμῳ. καὶ τοσούτῳ ῥᾷον ἐμοὶ τοῦτον ἢ σοὶ θεῖναι τὸν πρότερον ἐκεῖνον, ὅσῳ πρὸς παράδειγμα | μὲν ἐγὼ βλέπων γράφω, σὺ δὲ καινότατα πάν- 1 τῶν ἠξίους. παίδων οὖν ἀκρίτων ἀποθανουμένων μοι- χῷ τὸ ἴσον οὐκ ἐπικείσεται;
ἐστι τὰ τοῖς κρινομένοις βοηθοῦντα πολλάκις, ἐμπει- ῥία πραγμάτων, δόξα τοῦ φεύγοντος, πλῆθος συνηγό- ρων. ἤδη δέ τινα καὶ πολιὰ καὶ χρόνος ἐρρύσατο, καὶ ὃν ἰδὼν οὐκ ἂν εἴποις τὰ τοιαῦτα ἁμαρτάνειν, οὗτος μοιχεύει καὶ ταύτην ἣν οὐκ ἂν ὑπολάβοις.
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.