ποιῇ τις, ὦ πάτερ, φαῦλον ποιεῖ ὁπλίτην τὸν ὑπὲρ τοι- ούτων μαχόμενον. οὐκοῦν ὁ συνέχων τὴν σωφροσύνην νόμος οὗτος φρουρεῖ τὴν πόλιν.
ἐκεῖνο τὸ μηδένα δεῖν ἄκριτον ἐν δημοκρατίᾳ θνήσκειν ἀπολώλεκε. πῶς; οὐδεὶς τῶν παλαιῶν νόμων πατέρα πεποίηκε κύριον τῆς τῶν παίδων ψυχῆς, ἀλλὰ τύπτειν μὲν καὶ τραπέζης ἀπελαύνειν καὶ μὴ διαλέγεσθαι καὶ ῥήμασι χαλεποῖς ἀνιᾶν καὶ τὰ τοιαῦτα δέδοται τῷ πατρὶ
καὶ οὐδὲν ἐπὶ ταῦτα δεῖ δικαστῶν οὐδὲ ψήφων, ὰπο- κτεῖναι δὲ καὶ διαχρήσασθαι καὶ κατακόψαι νέον μὴ δεξά- μένον | αἰτίαν ἐν μέσῳ, μὴ τυχόντα δικαστῶν, μὴ 1 2 3 μεταλαβόντα λόγου δεινὸν ἐδόκει καὶ ἀσεβὲς καὶ πόρ- ρω δημοκρατίας. καὶ τί λέγω σφαγήν; οὐδ’ ἀποκήρυξιν ἄκριτος ὁ παῖς ἐκ τῶν παλαιῶν ὑποστήσεται νόμων. ὁ δ’ οὐδὲ τῆς οὐσίας τῆς τοῦ πατρὸς ἄνευ κρίσεως στε-
ῥηθεὶς ἂν ἀποθανεῖται τὴν αἰτίαν ἀγνοῶν τοῦ θανά- του;
Declamatio 39. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.