αὑταῖς διακονοῦσι, ταύτην οὖν οὗτος ἰδὼν τὸ μὲν πρῶτον, ὡς εἰκός, ἐθαύμασεν, εἶτα προσεῖπεν, εἶτα προσπέμπων λόγους τε ἐρωτικοὺς καὶ χρήματα καὶ ἐλ- πίδας πολὺν χρόνον, ὡς ὕστερον ᾐσθόμην, οὐ πείθων τελευταῖον ἔπεισεν. ἡ δὲ ἐμοῦ μὲν ὑπερεώρα καὶ παρ-
ὄντος ἐδυσχέραινε καὶ ἐξιόντος ἔχαιρε δήλη τε ἦν ὅλως πρὸς ἕτερον ὁρῶσα.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.