ἤδη χρόνον ἐν αὐτῇ βεβιωκώς, τὸν δὲ κρινοῦντα αὐ- τὸν οὐκ ἐνόμιζεν ἔσεσθαι διὰ τὸν πλοῦτον καὶ τὴν ὑπερηφανίαν καὶ τὰς πανταχοῦ τραγῳδουμένας χορη- γέας; ἀπὸ τῆς αὐτῆς τοίνυν αἰτίας αὐτὸς ἐδίωκεν, ἀλλ’ οὐ δι’ ἑτέρου τοῦτο ἔπραττε. τῶν μὲν γὰρ βελτίστων
οὐδένα ἂν ἔπειθε, κόλαξ δὲ οὐκ ἂν εἶχεν ἐπεισάγειν τοῖς περὶ τοῦ νόμου λόγοις αὑτοῦ τε καὶ προγόνων λειτουργίας.
τῷ πένητι τἀς ὑπὲρ τῆς τροφῆς ἀφέντα φροντίδας μοιχὸν φυλάττειν καθήμενον. ἔπειθ’ ὑπὲρ μὲν τοῦ κτεῖναι λαβὼν πᾶν ἂν ὑπομεῖναί μοι δοκῶ, κρίνειν δὲ καὶ τότε | μέλλων τί μὴ τοῦτ’ ἤδη ποιῶ; τίνα 1 2 3 τῶν τεκμηρίων κατεγνωκὼς ἀσθένειαν; οὐ μυρίους ἴσμεν ὑπὸ τούτων ἁλόντας; δότω δὴ καὶ αὐτὸς δίκην ὑπὸ πολλῶν καὶ λίαν ἐναργῶν ἐξεληλεγμένος.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.