σεως, ὅταν ἐπὶ τῆς εὐνῆς τῆς ἐμαυτοῦ σε λάβω; τί δεῖ φαινομένου τοῦ κακοῦ λαγχάνειν δίκην; ἂν δ’ ὁ παρελθὼν εἰς ἀλλοτρίαν οἰκίαν καὶ συμπεπλεγμένος ἀλλοτρίᾳ γυναικὶ καὶ ἀντὶ τοῦ γήμαντος συγκατακεί- μενος μὴ σφάττηται εὐθὺς ἐπὶ τῆς κλίνης ἐν ᾗ ταῦτα
ὑβρίκει, ἀλλ’ εἰς δικαστήριον καλῆται καὶ νόμους με- μελετηκὼς εἰσίῃ καὶ τοὺς ἐξαιτησομένους εἰσάγῃ καὶ ὁ τὰ τοιαῦτα πεπονθὼς ξίφους ὄντος καὶ πικρᾶς οὕτω μίξεως ὁρωμένης ἀνέχηται καὶ προπέμπῃ τὸν μοιχὸν 1 | ὥσπερ εὐεργέτην μέχρι θυρῶν, ταῦτα, ὦ πλού-
σιὲ, δίκαια; τὸ δὲ χρήσασθαι θυμῷ καλῷ πρὸς φόνον οὐ δίκαιον, ἀλλὰ τὸ τῆς ὑστεραίας ἀνέχεσθαι τῶν παραμυθουμένων καὶ φοβούντων καὶ λέγ’ ὄντων καὶ] σὺ δὲ οἴσεις τὸν πλούσιον; οὐ γὰρ κακόν τι προσλαβὼν ἕτερον ἄπει;
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.