πολλήν μοι λέγεις τῶν φθονούντων μωρίαν, εἰ βου- λόμενοί σε ποιῆσαι κακῶς μὴ μειζόνως ἐποίουν. τότε μὲν γὰρ ὅλην ἄν σοι τὴν πόλιν ἐπῆγον, νῦν δ’ οὐ τοσούτους ἐπὶ σὲ τῶν πολιτῶν ἐκίνουν. οὐ γὰρ ἴσον εἰς ὀργὴν δουλείας φόβος καὶ γυναικὸς ὕβρις. διὰ τί
οὖν ἐκεῖνο ἀφέντες τοῦτο λέγουσιν; ὅτι τὸ μὲν οὔπω διανενόησαι, τὸ δὲ εἴργασαι. εἶθ’ ὥσπερ ὑπὲρ τῶν καλούντων σε μοιχὸν δεδιὼς μὴ ψευδῆ δόξαιεν λέγειν, ἦλθες νόμου κατηγορήσων οὐκ ἐῶντος μοιχεύειν δει- κνὺς ὧς ἔργα τὸν νόμον ἐποίησε.
σίας ἐγράφου, μετεῖχες γάρ. κρίνεται δὲ οὐ τοῦτο τή- 1 2 μερον, εἴτ’ ἐξὸν εἴτ’ οὐκ ἐξὸν ἐγράφου, | ἀλλ’ 3 εἰ μὴ τῷ γράψασθαι σαυτοῦ καταμεμαρτύρηκας, ἐπεὶ καὶ βαδίζειν διὰ τῶν στενωπῶν ἔξεστι καὶ βαδίζοντα ἄνω βλέπειν, ἀλλ’ ἐὰν πολλάκις διὰ ταὐτοῦ βαδίζῃς οὐκ ἀγούσης ἀνάγκης καὶ βλέπῃς ἄνω πολλάκις γυ-
ναῖκα νέαν καὶ καλὴν οὐδέν σοι προσήκουσαν περι- σκοπῶν, ποιεῖς μὲν ἃ μὴ κεκώλυται νόμῳ, ποιῶν δὲ ἐφ’ ὅτῳ ταῦτα ποιεῖς δεικνύεις.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.