δ’ ἂν σε ἐροίμην, εἰ μόνῳ σοὶ χρήματά ἐστι πολλὰ 1 2 3 τῶν ἐν τῇ πόλει. ἀλλὰ μήποτε οὕτω πράξαιμεν κακῶς ὥσθ’ ἔνα μόνον οἶκον εὖ πράττειν ἐν αὐτῇ. πῶς οὖν, ὦ σοφώτατε, μετὰ πολλῶν εὐπορῶν μόνος φθονεῖσθαι λέγεις; εἰ γὰρ δὴ φύσει τοῦτο τοιοῦτον ἦν, πάντας ἔδει τοὺς εὐπόρους πολλὰ καὶ δεινὰ παρὰ τούτων
ἀκούειν, εἴπερ ἀνάγκη φθονεῖσθαι μὲν διὰ τὸ πλου- τεῖν, τοὺς δὲ φθονουμένους τοιαῦτα συκοφαντεῖσθαι. ἀλλ’ ὁρᾷς ὅτι καὶ τοὺς ἄλλους φιλοῦμεν | καὶ 4 θαυμάζομεν καὶ συγχαίρομεν εὐποροῦσι καὶ συνευχό- μεθα τὰ ὄντα σφίσιν ἐπιδοῦναι καὶ κοινοὺς γονέας
ὀνομάζομεν τοῦ πλήθους. καὶ οὐδεὶς οὐδένα μοιχεύειν φησί. διὰ τί; διότι οὐδὲ μοιχεύει.
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.