πάσης γυναικὸς πένητος, ἔστι γάρ, ἔστιν εἶναι καὶ πε- νομένην ἀνάλωτον, ἀλλ’ ὅτι τῷ πλουτοῦντι βουλομένῳ τὰ τοιαῦτα ἀδικεῖν τὸ πολλὰ κεκτῆσθαι συμπράττειν πολλαχοῦ δύναται.
ῥίων τοῦ τοῦτον ἃ δοκεῖ πεποιηκέναι πολὺ μεῖζόν ἐστι τὸ ῥηθησόμενον. εἰ γὰρ αὖ μὴ μοιχὸς οὗτος ἦν, ὦ δικασταί, τί τῷ νόμῳ τῷ φύλακι τῶν γάμων ἐμάχετο; μᾶλλον δέ, εἰ μὴ μοιχὸς ἦν οὗτος, φθάσας ἂν ἐμὲ τοῦτον αὐτὸς ἐτίθει τὸν νόμον τούτῳ πρὸς τὴν φήμην 4 5 ἀνταγωνιζόμενος καὶ φανερὸν ἅπασι ποιῶν ὅτι ἐγὼ μέντοι ὁ πονηρὸς καὶ κακῶς ἀκούων καὶ τῶν πολιτῶν τοὺς γεγαμηκότας ἀδικῶν τοιαῦτα ἐπὶ τοῖς μοιχοῖς νομοθετῶ. τίς οὐκ ἂν ἐπήνεσεν, ὦ δικασταί, τότε; τίς οὐκ ἂν ἠγάπησε; τίς οὐκ ἄν κατη-
ράσατο τοῖς τολμῶσί τι ἀντιλέγειν; τίς οὐκ ἂν ἐθαύ- μασε τὸν λόγον;
Declamatio 38. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.