μνησικακοῦντες τοῖς τετιμηκόσιν ἐφαίνοντο καὶ τῶν κοινῶν οὐ μετέχοντες κινδύνων οὐδὲ λύσιν τοῦ μίσους
ἔπαθον ἐπελάθοντο, τὰ δὲ τῆς πόλεως ᾠκειοῦντο δει- νά, τί τυραννίδος ὑπηρέτας καλεῖς τοὺς κοινὴν σωτη- ρίαν ἐκ τῶν ἰδίων ἀνύσαντας πόνων;
τὸ πρῶτον περικαθημένων ἡμᾶς καὶ τοῦ δήμου περὶ τῆς μελλούσης ἐκκλησιάζοντος μάχης καὶ ὅθεν περιέσται ζητοῦντος τῶν σοφῶν τις ἀναστὰς ῥητόρων καὶ τὴν ἐμὴν μιμούμενος πρόνοιαν μίαν εἰσηγεῖτο τῷ δήμῳ νίκης ἐλπίδα τὴν τῶν φυγάδων ἐπάνοδον, τί ποιεῖν
ἂν ἢ τί λέγειν τὸν σοφὸν οἴεσθε τοῦτον; εἰ μὲν γὰρ ἀντέλεγε καὶ τὴν ὁμόνοιαν κατεμέμφετο, πῶς οὐ κώλυ- μα τῆς κοινῆς σωτηρίας ἐγίνετο; εἰ δὲ τὸ λεχθὲν ἀπε- δέχετο καὶ δημοτικὸν ἐκάλει τὸν ῥήτορα, πῶς οὐκ ἄτοπον ἐπαινεῖν μὲν πρὸ τῆς πείρας τὸ πρᾶγμα, μετὰ
δὲ τὴν νίκην κατηγορεῖν;
χρηστοῦ, ἡδέως ἂν ὑμῶν πυθοίμην· τίνων ὑμεῖς ἀδελφοί, τίνων δὲ γεγόνατε πατέρες; εἰ μὲν γὰρ τῶν ἀφεθέντων, ἐπὶ τῆς αὑτῶν ἕκαστ’ ὃς οἰκίας τοὺς ἐμοὺς ἔχετε συνηγόρους· εἰ δὲ τῶν σωθέντων, τὰς ἐμὰς ἐρυθριάσατε νίκας, τὸν τιμήσαντα ζηλώσατε δῆ-
μον, τοὺς τὴν ἐξουσίαν δεδωκότας φυλάξατε νόμους καὶ δείξατε πᾶσιν ὅτι μόνος τῶν ἀριστέων εὐσεβείᾳ τὴν ἀνδρίαν ἐκόσμησα οὔτε | ὑπὸ τῶν πολεμίων 9 κακῶς τοὺς ἐντίμους παθεῖν οὔτε ὑπὸ τῶν ἐντίμων τοὺς ἀτυχεῖς ἐάσας πολίτας.
10
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.