ἐξουσίαν εἰδὼς μέμφῃ τὴν κρίσιν ὥσπερ ἢ νομοθέτης σοφώτερος ὢν ἢ μεγάλα βλέπων τὴν πόλιν ἐκ τῆς ἐμῆς ἠδικημένην αἰτήσεως καὶ οὐδὲ ἐκεῖνο λογίζῃ ὅτι τὴν ἐμὴν μεμφόμενος αἴτησιν τὴν τῆς πόλεως φιλοτι- 1 μίαν | ὑβρίζεις καὶ μνησικακεῖν ἀναγκάζεις τοὺς
ἑκουσίως ἐπιλελησμένους. τί δ’ ἂν οἱ πολέμιοι βλέπειν εὔξαιντο μεῖζον ἢ παλαιῶν ἡμᾶς μεμνημένους ἀδικη- μάτων τῆς νεωτέρας ἐπιλανθάνεσθαι χάριτος καὶ τὸν κατ’ ἐκείνων θυμὸν εἰς τοὺς οἰκείους ἐκδαπανῶντας πολίτας;
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.