παρὰ τῆς ἐκκλησίας ἐγκωμίων οἶ παρὰ τῶν οἰκείων ἐτύγχανον ἔπαινοι καὶ φθόνος οὐκ ἐνίκα τὴν εὔνοιαν, ἐξετάσωμεν δ’, εἰ δοκεῖ, καὶ τὰς τῶν δι’ ἐμοῦ τετιμη- μένων βουλάς, πότερον ἀεὶ τοῖς ἐμοῖς ἀκολουθεῖν ἤθε- λον λογισμοῖς ἢ στρατηγοῦντι μὲν ἠκολούθουν, τυραν-
νεῖν δ’ οὐκ ἐπέτρεπον. εἰ μὲν γὰρ τὴν ἀσπίδα ῥίψας ἢ δίκην ἀσεβείας ἁλοὺς σωθῆναι ταῖς τούτων ἐδεόμην φωναῖς καὶ ἴσην ἀπῄτουν τὴν χάριν, πάντα | αὐ- 1 τοὺς ᾤμην προθύμως ποιεῖν τὴν ἐκ τῆς ἀχαριστίας φεύγοντας μέμψιν· εἰ δὲ δικαίας εὐεργεσίας αἰσχρὰν
ἀπῄτουν τὴν ἀμοιβὴν καὶ δημοτικῆς αὐτοὺς ὕβρεως 2 3 4 5 6 7 ἀπαλλάξας τυραννικῆς ἔπειθον δουλείας ἀνέχεσθαι, πόσοι τὴν ἐμὴν κατέλευον κεφαλήν, πόσοι τὰ ξίφη κατὰ τῆς ἐμῆς ὤθουν πλευρᾶς. καὶ τὸ δικαίως προσῆν. δευτέροις γὰρ περιπίπτειν οὐκ ἐζήτουν κακοῖς οἱ τῶν
πρώτων μόλις ἀπαλλαγέντες.
σίου προετίμων εὐνοίας, πολλῶν ὅπλων πρὸς ταῦτα καὶ μεγάλης ἐδεόμην παρασκευῆς. ποίας οὖν ἐμὰς κατὰ τὴν πόλιν κεκρυμμένας εὗρες ἀσπίδας; ποῦ μοι τῶν τόξων αἱ ἀποθῆκαι; ποῦ δὲ τὰ πολλὰ συνέκλεισα βέλη; ὅλον εἰσελθών, ἄνθρωπέ, μου περισκόπει τὸν οἶκον
κἂν τοῦδε πλέον τοῦ θώρακος εὕρῃς, ἔδειξας τὴν τυ- ραννίδα, φεῦ, ὢ τῆς πόλεως, οὐ μάτην ἐφάνης σοφὸς ἀναμφίλεκτον εὑρὼν τῶν ἐμῶν ἀπορρήτων τὸν ἔλεγχον. ταῦτα μὲν γὰρ σαφῆ τυραννίδος τεκμήρια, ταῦτα τῶν κεκτημένων ἐλέγχει τοὺς τρόπους· εἰ δὲ τούτων εἰπεῖν 8 9 10 ἔχεις οὐδέν, παῦσαι λοιπὸν ἐμοὶ μείζονα μὲν τῆς δυ- νάμεως, ἐναντία δὲ τῇ βουλήσει προβαλλόμενος.
πολλὴν ὁ δῆμος προσθήκην ἐκ τῶν ἐμῶν ἔσχεν αἰτή- σεων καὶ ἔγωγε ἡδέως ἂν τοῦ σοφοῦ κατηγόρου πυθοί- μην· ὅτε μεθ’ ἡμῶν οἱ πολλοὶ παρετάττοντο φυγάδες καὶ συναίτιοι τῆς δευτέρας ἡμῖν ἐγίνοντο νίκης, πό- τερα καλὴν εἶναι τὴν ἐμὴν ὑπελάμβανεν | αἴτη- 11 σιν καὶ δημοτικοὺς ἡμᾶς μετὰ τῶν ἄλλων ἐκάλει ἢ
μόνος τὸν τῆς τυραννίδος ἐμαντεύετο πόθον;
Declamatio 37. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.